Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ἑτοίμων δὲ πάντων αὐτοῖς γενομένων, ἅμα τῷ κρυφθῆναι τὴν σελήνην λάθρᾳ πρὸς τοὺς κρημνοὺς οἱ περὶ τὸν Λαγόραν ἀφικόμενοι μετὰ τῶν κλιμάκων ὑπέστειλαν ἑαυτοὺς ὑπό τινα προπεπτωκυῖαν ὀφρύν. ἐπιγενομένης δὲ τῆς ἡμέρας,

καὶ τῶν μὲν φυλάκων ἀπολυομένων ἀπὸ τοῦ τόπου τούτου, τοῦ δὲ βασιλέως κατὰ τὸν ἐθισμὸν τοὺς μὲν εἰς τὰς ἐφεδρείας ἐκπέμποντος, τοὺς δὲ πολλοὺς εἰς τὸν ἱππόδρομον ἐξαγαγόντος καὶ παρατάττοντος, τὸ μὲν πρῶτον ἀνύποπτον ἦν πᾶσι τὸ γενόμενον.

προστεθεισῶν δὲ δυεῖν κλιμάκων, καὶ διʼ ἧς μὲν Διονυσίου, διʼ ἧς δὲ Λαγόρα πρῶτον πορευομένων, ἐγίνετο ταραχὴ καὶ κίνημα περὶ τὸ στρατόπεδον.

συνέβαινε γὰρ τοῖς μὲν ἐκ τῆς πόλεως καὶ τοῖς περὶ τὸν Ἀχαιὸν ἐκ τῆς ἄκρας ἀδήλους εἶναι τοὺς προσβαίνοντας διὰ τῆς προπεπτωκυίας ἐπὶ τὸν κρημνὸν ὀφρύος· τοῖς δʼ ἐκ τοῦ στρατοπέδου σύνοπτος ἦν ἡ τόλμα τῶν ἀναβαινόντων καὶ παραβαλλομένων.

διόπερ οἱ μὲν ἐκπεπληγμένοι τὸ παράδοξον, οἱ δὲ προορώμενοι καὶ δεδιότες τὸ συμβησόμενον, ἀχανεῖς ἅμα δὲ περιχαρεῖς ὄντες, ἕστασαν. ὅθεν ὁ βασιλεύς,

θεωρῶν τὸ περὶ τὴν ὅλην παρεμβολὴν κίνημα, καὶ βουλόμενος ἀποσπᾶν ἀπὸ τοῦ προκειμένου τούς τε παρʼ αὑτοῦ καὶ τοὺς ἐκ τῆς πόλεως, προῆγε τὴν δύναμιν καὶ προσέβαλε πρὸς τὰς ἐπὶ θάτερα πύλας κειμένας, Περσίδας δὲ προσαγορευομένας. Ἀχαιὸς δέ,

συνθεωρῶν ἐκ τῆς ἄκρας τὸ περὶ τοὺς ὑπεναντίους κίνημα παρηλλαγμένον τῆς συνηθείας, ἐπὶ πολὺ διηπορεῖτο δυσχρηστούμενος καὶ συννοῆσαι τὸ γινόμενον οὐδαμῶς δυνάμενος.

πλὴν ὅμως ἐξαπέστειλε τοὺς ἀπαντήσοντας εἰς τὴν πύλην· ὧν διὰ στενῆς καὶ κρημνώδους ποιουμένων τὴν κατάβασιν βραδεῖαν συνέβαινε γίνεσθαι τὴν ἐπικουρίαν.

ὁ δʼ ἐπὶ τῆς πόλεως τεταγμένος Ἀρίβαζος ἀκάκως ὥρμησε πρὸς τὰς πύλας, αἷς ἑώρα προσβάλλοντα τὸν Ἀντίοχον, καὶ τοὺς μὲν ἐπὶ τὸ τεῖχος ἀνεβίβαζε, τοὺς δὲ διὰ τῆς πύλης ἀφιεὶς εἴργειν τοὺς συνεγγίζοντας καὶ συμπλέκεσθαι παρεκελεύετο τοῖς πολεμίοις.