Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

τὰς δʼ ἐκ τῆς παρεμβολῆς ἀναστρατοπεδείας ποιοῦνται τὸν τρόπον τοῦτον.

ὅταν τὸ πρῶτον σημήνῃ, καταλύουσι τὰς σκηνὰς καὶ συντιθέασι τὰ φορτία πάντες· οὔτε δὲ καθελεῖν ἔξεστιν οὔτʼ ἀναστῆσαι πρότερον οὐδένα τῆς τῶν χιλιάρχων καὶ τοῦ στρατηγοῦ σκηνῆς.

ὅταν δὲ τὸ δεύτερον, ἀνατιθέασι τὰ σκευοφόρα τοῖς ὑποζυγίοις. ἐπὰν δὲ τὸ τρίτον σημήνῃ, προάγειν δεῖ τοὺς πρώτους καὶ κινεῖν τὴν ὅλην παρεμβολήν.

εἰς μὲν οὖν τὴν πρωτοπορείαν ὡς ἐπίπαν τάττουσι τοὺς ἐπιλέκτους· τούτοις δὲ τὸ τῶν συμμάχων δεξιὸν ἐπιβάλλει κέρας· ἑξῆς δὲ τούτοις ἕπεται τὰ τῶν προειρημένων ὑποζύγια.

τῇ δὲ τούτων πορείᾳ τὸ πρῶτον τῶν Ῥωμαϊκῶν ἀκολουθεῖ στρατόπεδον, ἔχον ὄπισθεν τὴν ἰδίαν ἀποσκευήν.

κἄπειτα κατακολουθεῖ τὸ δεύτερον στρατόπεδον, ἑπομένων αὐτῷ τῶν ἰδίων ὑποζυγίων καὶ τῆς τῶν συμμάχων ἀποσκευῆς τῶν ἐπὶ τῆς οὐραγίας τεταγμένων τελευταῖον γὰρ ἐν τῇ πορείᾳ τάττεται τὸ τῶν συμμάχων εὐώνυμον κέρας.

οἱ δʼ ἱππεῖς ποτὲ μὲν ἀπουραγοῦσι τοῖς αὑτῶν ἕκαστοι μέρεσι, ποτὲ δὲ παρὰ τὰ ὑποζύγια πλάγιοι παραπορεύονται, συνέχοντες ταῦτα καὶ τὴν ἀσφάλειαν τούτοις παρασκευάζοντες.

προσδοκίας δʼ οὔσης κατὰ τὴν οὐραγίαν τὰ μὲν ἄλλα παρʼ αὐτοῖς τὸν αὐτὸν ἔχει τρόπον, αὐτοὶ δʼ οἱ τῶν συμμάχων ἐπίλεκτοι τὴν οὐραγίαν ἀντὶ τῆς πρωτοπορείας μεταλαμβάνουσι.

παρὰ δὲ μίαν ἡμέραν τὰ μὲν ἡγεῖται τῶν στρατοπέδων καὶ κεράτων, τὰ δʼ αὐτὰ πάλιν ἕπεται ταῦτα κατόπιν, ἵνα τῆς περὶ τὰς ὑδρείας καὶ σιτολογίας ἀκεραιότητος πάντες ἐπʼ ἴσον κοινωνῶσι, μεταλαμβάνοντες ἀεὶ τὴν ἐπὶ τῆς πρωτοπορείας ἐναλλὰξ τάξιν.

χρῶνται δὲ καὶ ἑτέρῳ γένει πορείας ἐν τοῖς ἐπισφαλέσι τῶν καιρῶν, ἐὰν ἀνα

πεπταμένους ἔχωσι τόπους ἄγουσι γὰρ τριφαλαγγίαν παράλληλον τῶν ἁστάτων καὶ πριγκίπων καὶ τριαρίων, τάττοντες τὰ τῶν ἡγουμένων σημαιῶν ὑποζύγια πρὸ πάντων, ἐπὶ δὲ ταῖς πρώταις σημαίαις τὰ τῶν δευτέρων, ἐπὶ δὲ ταῖς δευτέραις τὰ τῶν τρίτων, καὶ κατὰ λόγον οὕτως ἐναλλὰξ ἀεὶ τιθέντες

τὰ ὑποζύγια ταῖς σημαίαις οὕτω δὲ συντάξαντες τὴν πορείαν, ἐπειδὰν προσπίπτῃ τι τῶν δεινῶν, ποτὲ μὲν παρʼ ἀσπίδα κλίναντες, ποτὲ δʼ ἐπὶ δόρυ, προάγουσι τὰς σημαίας ἐκ τῶν ὑποζυγίων πρὸς τὴν τῶν πολεμίων ἐπιφάνειαν.

λοιπὸν ἐν βραχεῖ χρόνῳ καὶ μιᾷ κινήσει τὸ μὲν τῶν ὁπλιτῶν σύστημα λαμβάνει παρατάξεως διάθεσιν, ἐὰν μή ποτε προσεξελίξαι δέῃ τοὺς ἁστάτους,

τὸ δὲ τῶν ὑποζυγίων καὶ τῶν παρεπομένων τούτοις πλῆθος, ὑπὸ τοὺς παρατεταγμένους ὑπεσταλκός, ἔχει τὴν καθήκουσαν χώραν πρὸς τὸν κίνδυνον.