Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

τῆς δὲ ταφρείας καὶ χαρακοποιίας δύο μὲν ἐπιβάλλουσι πλευραὶ τοῖς συμμάχοις, παρʼ ἃς καὶ στρατοπεδεύει τὸ κέρας αὐτῶν ἑκάτερον, δύο δὲ τοῖς Ῥωμαίοις, ἑκατέρῳ τῷ στρατοπέδῳ μία.

διαιρεθείσης δὲ τῆς πλευρᾶς ἑκάστης κατὰ σημαίαν, τὴν μὲν κατὰ μέρος ἐπιμέλειαν οἱ ταξίαρχοι ποιοῦνται παρεστῶτες, τὴν δὲ καθόλου δοκιμασίαν τῆς πλευρᾶς δύο τῶν χιλιάρχων.

ὁμοίως δὲ καὶ τὴν λοιπὴν τὴν κατὰ τὸ στρατόπεδον ἐπιμέλειαν οὗτοι ποιοῦνται· κατὰ δύο γὰρ σφᾶς αὐτοὺς διελόντες ἀνὰ μέρος τῆς ἑκμήνου τὴν δίμηνον ἄρχουσι, καὶ πάσης οἱ λαχόντες τῆς ἐν τοῖς ὑπαίθροις προΐστανται χρείας.

ὁ δʼ αὐτὸς τρόπος τῆς ἀρχῆς ἐστι καὶ τῶν πραιφέκτων περὶ τοὺς συμμάχους.

οἱ δʼ ἱππεῖς καὶ ταξίαρχοι πάντες ἅμα τῷ φωτὶ παραγίνονται πρὸς τὰς τῶν χιλιάρχων σκηνάς, οἱ δὲ χιλίαρχοι πρὸς τὸν ὕπατον.

κἀκεῖνος μὲν τὸ κατεπεῖγον ἀεὶ παραγγέλλει τοῖς χιλιάρχοις, οἱ δὲ χιλίαρχοι τοῖς ἱππεῦσι καὶ ταξιάρχοις, οὗτοι δὲ τοῖς πολλοῖς, ὅταν ἑκάστων ὁ καιρὸς ᾖ.

τὴν δὲ τοῦ νυκτερινοῦ συνθήματος παράδοσιν ἀσφαλίζονται τὸν τρόπον τοῦτον.

καθʼ ἕκαστον γένος καὶ τῶν ἱππέων καὶ τῶν πεζῶν ἐκ τῆς δεκάτης σημαίας καὶ τελευταίας στρατοπεδευούσης κατὰ τὰς ῥύμας, ἐκ τούτων εἷς ἑκάστης ἀνὴρ λαμβάνεται κατʼ ἐκλογήν, ὃς τῶν μὲν κατὰ τὰς φυλακὰς λειτουργιῶν ἀπολύεται, παραγίνεται δὲ καθʼ ἡμέραν δύνοντος ἡλίου πρὸς τὴν τοῦ χιλιάρχου σκηνήν, καὶ λαβὼν τὸ σύνθημα — τοῦτο δʼ ἐστὶ πλατεῖον ἐπιγεγραμμένον —

ἀπαλλάττεται πάλιν. ἀναχωρήσας δʼ ἐπὶ τὴν αὑτοῦ σημαίαν τό τε ξυλήφιον παρέδωκε καὶ τὸ σύνθημα μετὰ μαρτύρων τῷ τῆς ἐχομένης σημαίας ἡγεμόνι, παραπλησίως δὲ πάλιν οὗτος τῷ τῆς ἐχομένης.

τὸ δʼ ὅμοιον ἑξῆς ποιοῦσι πάντες, ἕως ἂν ἐπὶ τὰς πρώτας καὶ σύνεγγυς τοῖς χιλιάρχοις στρατοπεδευούσας σημαίας ἐξικνῆται. τούτους δὲ δεῖ τὸ πλατεῖον ἔτι φωτὸς ὄντος ἀναφέρειν πρὸς τοὺς χιλιάρχους.

κἂν μὲν ἀνενεχθῇ πάντα τὰ δοθέντα, γινώσκει διότι δέδοται τὸ σύνθημα πᾶσι καὶ διὰ πάντων εἰς αὐτὸν ἥκει·

ἐὰν δʼ ἐλλείπῃ τι, παρὰ πόδας ζητεῖ τὸ γεγονός, εἰδὼς ἐκ τῆς ἐπιγραφῆς ἐκ ποίου μέρους οὐχ ἥκει τὸ πλατεῖον. οὗ δʼ ἂν εὑρεθῇ τὸ κώλυμα, τυγχάνει τῆς καθηκούσης ζημίας.