Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

Ἄρατος μὲν οὖν ταῦτʼ ἔπραττε καὶ ταύτας ἐξήρτυε τὰς παρασκευάς·

ὁ δὲ Λυκοῦργος καὶ Πυρρίας διαπεμψάμενοι πρὸς ἀλλήλους, ἵνα ταῖς αὐταῖς ἡμέραις ποιήσωνται τὴν ἔξοδον, προῆγον εἰς τὴν Μεσσηνίαν.

ὁ δὲ στρατηγὸς τῶν Ἀχαιῶν, συνεὶς τὴν ἐπιβολὴν αὐτῶν, ἧκεν ἔχων τοὺς μισθοφόρους καί τινας τῶν ἐπιλέκτων εἰς τὴν Μεγάλην πόλιν παραβοηθήσων τοῖς Μεσσηνίοις.

Λυκοῦργος δʼ ἐξορμήσας τὰς μὲν Καλάμας, χωρίον τι τῶν Μεσσηνίων, προδοσίᾳ κατέσχε, μετὰ δὲ ταῦτα προῆγε, σπεύδων συμμῖξαι τοῖς Αἰτωλοῖς.

ὁ δὲ Πυρρίας παντελῶς ἐλαφρὸς ἐξελθὼν ἐκ τῆς Ἤλιδος, καὶ κατὰ τὴν εἰσβολὴν τὴν εἰς Μεσσηνίαν εὐθέως κωλυθεὶς ὑπὸ τῶν Κυπαρισσέων, ἀνέστρεψε.

διόπερ ὁ Λυκοῦργος, οὔτε συμμῖξαι δυνάμενος τοῖς περὶ τὸν Πυρρίαν οὔτʼ αὐτὸς ἀξιόχρεως ὑπάρχων, ἐπὶ βραχὺ προσβολὰς ποιησάμενος πρὸς τὴν Ἀνδανίαν ἄπρακτος αὖθις εἰς τὴν Σπάρτην ἀπηλλάγη.

Ἄρατος δέ, διαπεσούσης τοῖς πολεμίοις τῆς ἐπιβολῆς, τὸ κατὰ λόγον ποιῶν καὶ προνοούμενος τοῦ μέλλοντος, συνετάξατο πρός τε Ταυρίωνα παρασκευάζειν ἱππεῖς πεντήκοντα καὶ πεζοὺς πεντακοσίους καὶ πρὸς Μεσσηνίους, ἵνα τοὺς ἴσους τούτοις ἱππεῖς καὶ πεζοὺς ἐξαποστείλωσι,

βουλόμενος τούτοις μὲν τοῖς ἀνδράσι παραφυλάττεσθαι τήν τε τῶν Μεσσηνίων χώραν καὶ Μεγαλοπολιτῶν καὶ Τεγεατῶν, ἔτι δὲ τῶν Ἀργείων —

αὗται γὰρ αἱ χῶραι, συντερμονοῦσαι τῇ Λακωνικῇ πρόκεινται τῶν ἄλλων Πελοποννησίων πρὸς τὸν ἀπὸ Λακεδαιμονίων πόλεμον —

τοῖς δʼ Ἀχαϊκοῖς ἐπιλέκτοις καὶ μισθοφόροις τὰ πρὸς τὴν Ἠλείαν καὶ τὴν Αἰτωλίαν ἐστραμμένα μέρη τῆς Ἀχαΐας τηρεῖν.