Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

Καμοῦν καὶ Γεφροῦν. τοιαύτης δὲ γενομένης τῆς εὐροίας, οἱ τὴν παρακειμένην Ἀραβίαν κατοικοῦντες, παρακαλέσαντες σφᾶς αὐτούς, ὁμοθυμαδὸν αὐτῷ προσέθεντο πάντες.

προσλαβὼν δὲ καὶ τὴν παρὰ τούτων ἐλπίδα καὶ χορηγίαν προῆγε, καὶ κατασχὼν εἰς τὴν Γαλᾶτιν γίνεται Ἀβίλων καὶ τῶν εἰς αὐτὰ παραβεβοηθηκότων, ὧν ἡγεῖτο Νικίας, ἀναγκαῖος ὢν καὶ συγγενὴς Μεννέου.

καταλειπομένων δʼ ἔτι τῶν Γαδάρων, ἃ δοκεῖ τῶν κατʼ ἐκείνους τοὺς τόπους ὀχυρότητι διαφέρειν, προσστρατοπεδεύσας αὐτοῖς καὶ συστησάμενος ἔργα ταχέως κατεπλήξατο καὶ παρέλαβε τὴν πόλιν.

μετὰ δὲ ταῦτα πυνθανόμενος εἰς τὰ Ῥαββατάμανα τῆς Ἀραβίας καὶ πλείους ἡθροισμένους τῶν πολεμίων πορθεῖν καὶ κατατρέχειν τὴν τῶν προσκεχωρηκότων Ἀράβων αὐτῷ χώραν, πάντʼ ἐν ἐλάττονι θέμενος ὥρμησε καὶ προσεστρατοπέδευσε τοῖς βουνοῖς, ἐφʼ ὧν κεῖσθαι συμβαίνει τὴν πόλιν.

περιελθὼν δὲ καὶ συνθεασάμενος τὸν λόφον κατὰ δύο τόπους μόνον ἔχοντα πρόσοδον, ταύτῃ προσέβαινε καὶ κατὰ τούτους συνίστατο τοὺς τόπους τὰς τῶν μηχανημάτων κατασκευάς.

ἀποδοὺς δὲ τὴν ἐπιμέλειαν τῶν ἔργων τῶν μὲν Νικάρχῳ, τῶν δὲ Θεοδότῳ, τὸ λοιπὸν αὐτὸς ἤδη κοινὸν αὑτὸν παρεσκεύαζε κατὰ τὴν ἐπιμέλειαν καὶ τὴν ἐπίσκεψιν τῆς ἑκατέρου περὶ ταῦτα φιλοτιμίας.

πολλὴν δὲ ποιουμένων σπουδὴν τῶν περὶ τὸν Θεόδοτον καὶ Νίκαρχον, καὶ συνεχῶς ἁμιλλωμένων πρὸς ἀλλήλους περὶ τοῦ πότερος αὐτῶν φθάσει καταβαλὼν τὸ προκείμενον τῶν ἔργων τεῖχος, ταχέως συνέβη καὶ παρὰ τὴν προσδοκίαν ἑκάτερον πεσεῖν τὸ μέρος.

οὗ συμβάντος ἐποιοῦντο καὶ νύκτωρ μὲν καὶ μεθʼ ἡμέραν προσβολὰς καὶ πᾶσαν προσέφερον βίαν, οὐδένα παραλείποντες καιρόν.

συνεχῶς δὲ καταπειράζοντες τῆς πόλεως οὐ μὴν ἤνυον τῆς ἐπιβολῆς οὐδὲν διὰ τὸ πλῆθος τῶν εἰς τὴν πόλιν συνδεδραμηκότων ἀνδρῶν, ἕως οὗ τῶν αἰχμαλώτων τινὸς ὑποδείξαντος τὸν ὑπόνομον, διʼ οὗ κατέβαινον ἐπὶ τὴν ὑδρείαν οἱ πολιορκούμενοι, τοῦτον ἀναρρήξαντες ἐνέφραξαν ὕλῃ καὶ λίθοις καὶ παντὶ τῷ τοιούτῳ γένει.

τότε δὲ συνείξαντες οἱ κατὰ τὴν πόλιν διὰ τὴν ἀνυδρίαν παρέδοσαν αὑτούς.

οὗ γενομένου κυριεύσας τῶν Ῥαββαταμάνων ἐπὶ μὲν τούτων ἀπέλιπε Νίκαρχον μετὰ φυλακῆς τῆς ἁρμοζούσης· Ἱππόλοχον δὲ καὶ Κεραίαν τοὺς ἀποστάντας μετὰ πεζῶν πεντακισχιλίων ἐξαποστείλας ἐπὶ τοὺς κατὰ Σαμάρειαν τόπους, καὶ συντάξας προκαθῆσθαι καὶ πᾶσι τὴν ἀσφάλειαν προκατασκευάζειν τοῖς ὑπʼ αὐτὸν ταττομένοις,

ἀνέζευξε μετὰ τῆς δυνάμεως ὡς ἐπὶ Πτολεμαΐδος, ἐκεῖ ποιεῖσθαι διεγνωκὼς τὴν παραχειμασίαν.