Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

δεξιὸν αὐτὸς εἶχε. μετὰ δὲ ταῦτα ποιησαμένων τῶν δυνάμεων τὴν ἐπαγωγήν, τὸ μὲν δεξιὸν κέρας τοῦ Μόλωνος διετήρησε τὴν πίστιν καὶ συνέβαλε τοῖς περὶ τὸν Ζεῦξιν ἐρρωμένως, τὸ δʼ εὐώνυμον ἅμα τῷ συνιὸν εἰς ὄψιν ἐλθεῖν τῷ βασιλεῖ μετεβάλετο πρὸς τοὺς πολεμίους·

οὗ γενομένου συνέβη τοὺς μὲν περὶ τὸν Μόλωνα διατραπῆναι, τοὺς δὲ τοῦ βασιλέως ἐπιρρωσθῆναι διπλασίως.

ὁ δὲ Μόλων συννοήσας τὸ γεγονὸς καὶ πανταχόθεν ἤδη κυκλούμενος, λαβὼν πρὸ ὀφθαλμῶν τὰς ἐσομένας περὶ αὑτὸν αἰκίας, ἐὰν ὑποχείριος γένηται καὶ ζωγρίᾳ ληφθῇ, προσήνεγκε τὰς χεῖρας ἑαυτῷ.

παραπλησίως δὲ καὶ πάντες οἱ κοινωνήσαντες τῆς ἐπιβολῆς, φυγόντες εἰς τοὺς οἰκείους ἕκαστοι τόπους, τὴν αὐτὴν ἐποιήσαντο τοῦ βίου καταστροφήν.

ὁ δὲ Νεόλαος, ἀποφυγὼν ἐκ τῆς μάχης καὶ παραγενόμενος εἰς τὴν Περσίδα πρὸς Ἀλέξανδρον τὸν τοῦ Μόλωνος ἀδελφόν, τὴν μὲν μητέρα καὶ τὰ τοῦ Μόλωνος τέκνα κατέσφαξε, μετὰ δὲ τὸν τούτων θάνατον ἐπικατέσφαξεν αὑτόν, πείσας τὸ παραπλήσιον ποιῆσαι καὶ τὸν Ἀλέξανδρον.

ὁ δὲ βασιλεὺς διαρπάσας τὴν παρεμβολὴν τῶν πολεμίων, τὸ μὲν σῶμα τοῦ Μόλωνος ἀνασταυρῶσαι προσέταξε κατὰ τὸν ἐπιφανέστατον τόπον τῆς Μηδίας.

ὃ καὶ παραχρῆμα συνετέλεσαν οἱ πρὸς τούτοις τεταγμένοι· διακομίσαντες γὰρ εἰς τὴν Καλλωνῖτιν πρὸς αὐταῖς ἀνεσταύρωσαν ταῖς εἰς τὸν Ζάγρον ἀναβολαῖς·

μετὰ ταῦτα δὲ ταῖς δυνάμεσιν ἐπιτιμήσας διὰ πλειόνων καὶ δοὺς δεξιὰν συνέστησε τοὺς ἀποκομιοῦντας αὐτοὺς εἰς Μηδίαν καὶ καταστησομένους τὰ κατὰ τὴν χώραν.

αὐτὸς δὲ καταβὰς εἰς Σελεύκειαν καθίστατο τὰ κατὰ τὰς πέριξ σατραπείας, ἡμέρως χρώμενος πᾶσι καὶ νουνεχῶς.

Ἑρμείας δὲ τηρῶν τὴν αὑτοῦ προαίρεσιν ἐπέφερε μὲν αἰτίας τοῖς ἐν τῇ Σελευκείᾳ καὶ χιλίοις ἐζημίου ταλάντοις τὴν πόλιν, ἐφυγάδευε δὲ τοὺς καλουμένους Ἀδειγάνας, ἀκρωτηριάζων δὲ καὶ φονεύων καὶ στρεβλῶν πολλοὺς διέφθειρε τῶν Σελευκέων.

ἃ μόλις βασιλεύς, τὰ μὲν πείθων τὸν Ἑρμείαν, ἃ δὲ καὶ κατὰ τὴν αὑτοῦ γνώμην χειρίζων, τέλος ἐπράϋνε καὶ κατέστησε τὴν πόλιν, ἑκατὸν καὶ πεντήκοντα τάλαντα μόνον ἐπιτίμιον αὐτοὺς πραξάμενος τῆς ἀγνοίας.

ταῦτα δὲ διοικήσας Διογένην μὲν στρατηγὸν ἀπέλιπε Μηδίας, Ἀπολλόδωρον δὲ τῆς Σουσιανῆς· Τύχωνα δὲ τὸν ἀρχιγραμματέα τῆς δυνάμεως στρατηγὸν ἐπὶ τοὺς κατὰ τὴν Ἐρυθρὰν θάλατταν τόπους ἐξαπέστειλε.

τὰ μὲν οὖν κατὰ τὴν Μόλωνος ἀπόστασιν καὶ τὸ διὰ ταῦτα γενόμενον κίνημα περὶ τὰς ἄνω σατραπείας τοιαύτης ἔτυχε διορθώσεως καὶ καταστάσεως.