Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

γεγενημένην ἐν αὐτοῖς ταραχήν· ὁ δὲ βασιλεὺς ἕτοιμος ὢν πρὸς τὸν κίνδυνον ἅμα τῷ φωτὶ τὴν δύναμιν ἐκίνει πᾶσαν ἐκ τοῦ χάρακος.

ἐπὶ μὲν οὖν τοῦ δεξιοῦ κέρως ἔταξε πρώτους τοὺς ξυστοφόρους ἱππεῖς, ἐπιστήσας Ἄρδυν, κεκριμένον ἄνδρα περὶ τὰς πολεμικὰς πράξεις·

τούτοις δὲ παρέθηκε τοὺς συμμαχικοὺς Κρῆτας, ὧν εἴχοντο Γαλάται Ῥιγόσαγες· παρὰ δὲ τούτους ἔθηκε τοὺς ἀπὸ τῆς Ἑλλάδος ξένους καὶ μισθοφόρους, οἷς ἑπόμενον παρενέβαλε τὸ τῆς φάλαγγος σύστημα.

τὸ δʼ εὐώνυμον κέρας ἀπέδωκε τοῖς Ἑταίροις προσαγορευομένοις, οὖσιν ἱππεῦσι. τὰ δὲ θηρία πρὸ τῆς δυνάμεως ἐν διαστήμασι κατέστησε, δέκα τὸν ἀριθμὸν ὄντα.

τὰ δʼ ἐπιτάγματα τῶν πεζῶν καὶ τῶν ἱππέων ἐπὶ τὰ κέρατα μερίσας κυκλοῦν παρήγγειλε τοὺς πολεμίους, ἐπειδὰν συμβάλωσι.

μετὰ δὲ ταῦτα παρεκάλει τὰς δυνάμεις ἐπιπορευόμενος διὰ βραχέων τὰ πρέποντα τοῖς καιροῖς. καὶ τὸ μὲν εὐώνυμον κέρας Ἑρμείᾳ καὶ Ζεύξιδι παρέδωκε, τὸ δὲ δεξιὸν αὐτὸς εἶχε. Μόλων δὲ δύσχρηστον μὲν ἐποιήσατο τὴν ἐξαγωγήν,

ταραχώδη δὲ καὶ τὴν ἔκταξιν διὰ τὴν ἐν τῇ νυκτὶ προγεγενημένην ἀλογίαν·

οὐ μὴν ἀλλὰ τοὺς μὲν ἱππεῖς ἐφʼ ἑκάτερον ἐμερίσατο κέρας, στοχαζόμενος τῆς τῶν ὑπεναντίων παρατάξεως, τοὺς δὲ θυρεαφόρους καὶ Γαλάτας καὶ καθόλου τὰ βαρέα τῶν ὅπλων εἰς τὸν μεταξὺ τόπον ἔθηκε τῶν ἱππέων.

ἔτι δὲ τοὺς τοξότας καὶ σφενδονήτας καὶ συλλήβδην τὸ τοιοῦτο γένος ἐκτὸς τῶν ἱππέων παρʼ ἑκάτερα παρενέβαλε,

τὰ δὲ δρεπανηφόρα τῶν ἁρμάτων προεβάλετο τῆς δυνάμεως ἐν διαστάσει.

καὶ τὸ μὲν εὐώνυμον κέρας Νεολάῳ παρέδωκε τἀδελφῷ, τὸ δὲ