Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

λίμναις, ἐξ ὧν ὁ μυρεψικὸς κείρεται κάλαμος. ἐπίκειται δὲ τοῖς στενοῖς ἐκ μὲν θατέρου μέρους Βρόχοι προσαγορευόμενόν τι χωρίον, ἐκ δὲ θατέρου Γέρρα, στενὴν ἀπολείποντα πάροδον.

ποιησάμενος δὲ διὰ τοῦ προειρημένου τὴν πορείαν αὐλῶνος ἐπὶ πλείους ἡμέρας, καὶ προσαγαγόμενος τὰς παρακειμένας πόλεις, παρῆν πρὸς τὰ Γέρρα.

καταλαβὼν δὲ τὸν Θεόδοτον τὸν Αἰτωλὸν προκατειληφότα τὰ Γέρρα καὶ τοὺς Βρόχους, τὰ δὲ παρὰ τὴν λίμνην στενὰ διωχυρωμένον τάφροις καὶ χάραξι καὶ διειληφότα φυλακαῖς εὐκαίροις, τὸ μὲν πρῶτον ἐπεβάλετο βιάζεσθαι,

πλείω δὲ πάσχων ἢ ποιῶν κακὰ διὰ τὴν ὀχυρότητα τῶν τόπων καὶ διὰ τὸ μένειν ἔτι τὸν Θεόδοτον ἀκέραιον, ἀπέστη τῆς ἐπιβολῆς.

διὸ καὶ τοιαύτης οὔσης τῆς περὶ τοὺς τόπους δυσχρηστίας, προσπεσόντος αὐτῷ Ξενοίταν ἐπταικέναι τοῖς ὅλοις καὶ τὸν Μόλωνα πάντων τῶν ἄνω τόπων ἐπικρατεῖν, ἀφέμενος τούτων ὥρμησε τοῖς οἰκείοις πράγμασι βοηθήσων.

ὁ γὰρ Ξενοίτας ὁ στρατηγὸς ἀποσταλεὶς αὐτοκράτωρ, καθάπερ ἐπάνω προεῖπα, καὶ μείζονος ἐξουσίας ἢ κατὰ τὴν προσδοκίαν τυχών, ὑπεροπτικώτερον μὲν ἐχρῆτο τοῖς αὑτοῦ φίλοις, θρασύτερον δὲ ταῖς πρὸς τοὺς ἐχθροὺς ἐπιβολαῖς.

οὐ μὴν ἀλλὰ καταζεύξας εἰς τὴν Σελεύκειαν, καὶ μεταπεμψάμενος Διογένην τὸν τῆς Σουσιανῆς ἔπαρχον καὶ Πυθιάδην τὸν τῆς Ἐρυθρᾶς θαλάττης, ἐξῆγε τὰς δυνάμεις, καὶ λαβὼν πρόβλημα τὸν Τίγριν ποταμὸν ἀντεστρατοπέδευσε τοῖς πολεμίοις.

πλειόνων δὲ διακολυμβώντων πρὸς αὐτὸν ἀπὸ τῆς τοῦ Μόλωνος στρατοπεδείας, καὶ δηλούντων ὡς ἐὰν διαβῇ τὸν ποταμόν, ἅπαν ἀπονεύσει πρὸς αὐτὸν τὸ τοῦ Μόλωνος στρατόπεδον — τῷ μὲν γὰρ Μόλωνι φθονεῖν, τῷ δὲ βασιλεῖ τὸ πλῆθος εὔνουν ὑπάρχειν διαφερόντως — ἐπαρθεὶς τούτοις ὁ Ξενοίτας ἐπεβάλετο διαβαίνειν τὸν Τίγριν.

ὑποδείξας δὲ διότι μέλλει ζευγνύναι τὸν ποταμὸν κατά τινα νησίζοντα τόπον, τῶν μὲν πρὸς τοῦτο τὸ μέρος ἐπιτηδείων οὐδὲν ἡτοίμαζε, διὸ καὶ συνέβη καταφρονῆσαι τοὺς περὶ τὸν Μόλωνα τῆς ὑποδεικνυμένης ἐπιβολῆς,

τὰ δὲ πλοῖα συνήθροιζε καὶ κατήρτιζε καὶ πολλὴν ἐπιμέλειαν ἐποιεῖτο περὶ τούτων.

ἐπιλέξας δʼ ἐκ παντὸς τοῦ στρατεύματος τοὺς εὐρωστοτάτους ἱππεῖς καὶ πεζούς, ἐπὶ τῆς παρεμβολῆς ἀπολιπὼν Ζεῦξιν καὶ Πυθιάδην παρῆλθε νυκτὸς ὡς ὀγδοήκοντα σταδίους ὑποκάτω τῆς τοῦ Μόλωνος στρατοπεδείας,

καὶ διακομίσας τοῖς πλοίοις τὴν δύναμιν ἀσφαλῶς νυκτὸς ἔτι κατεστρατοπέδευσε, λαβὼν εὐφυῆ τόπον, ᾧ συνέβαινε κατὰ μὲν τὸ πλεῖστον ὑπὸ τοῦ ποταμοῦ περιέχεσθαι,