Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

κειντο πρὸς τὸ παρόν. ὁ δὲ Φίλιππος τῇ μὲν πρώτῃ κατεστρατοπέδευσε περὶ τὰς Ἀμύκλας.

αἱ δʼ Ἀμύκλαι καλούμεναι τόπος ἐστὶ τῆς Λακωνικῆς χώρας καλλιδενδρότατος καὶ καλλικαρπότατος, ἀπέχει δὲ τῆς Λακεδαίμονος ὡς εἴκοσι σταδίους.

ὑπάρχει δὲ καὶ τέμενος Ἀπόλλωνος ἐν αὐτῷ σχεδὸν ἐπιφανέστατον τῶν κατὰ τὴν Λακωνικὴν ἱερῶν. κεῖται δὲ τῆς πόλεως ἐν τοῖς πρὸς θάλατταν κεκλιμένοις μέρεσι.

τῇ δʼ ἐπιούσῃ πορθῶν ἅμα τὴν χώραν εἰς τὸν Πύρρου καλούμενον κατέβη χάρακα. δύο δὲ τὰς ἑξῆς ἡμέρας ἐπιδραμὼν καὶ δῃώσας τοὺς σύνεγγυς τόπους,

κατεστρατοπέδευσε περὶ τὸ Κάρνιον, ὅθεν ὁρμήσας ἦγε πρὸς Ἀσίνην· καὶ ποιησάμενος προσβολάς, οὐδέν γε τῶν προύργου περαίνων, ἀνέζευξε, καὶ τὸ λοιπὸν ἐπιπορευόμενος ἔφθειρε τὴν χώραν πᾶσαν τὴν ἐπὶ τὸ Κρητικὸν πέλαγος τετραμμένην ἕως Ταινάρου.

μεταβαλόμενος δʼ αὖτις ἐποιεῖτο τὴν πορείαν παρὰ τὸν ναύσταθμον τῶν Λακεδαιμονίων, ὃ καλεῖται μὲν Γύθιον, ἔχει δʼ ἀσφαλῆ λιμένα, τῆς δὲ πόλεως ἀπέχει περὶ διακόσια καὶ τριάκοντα στάδια.

τοῦτο δʼ ἀπολιπὼν κατὰ πορείαν δεξιὸν κατεστρατοπέδευσε περὶ τὴν Ἑλείαν, ἥτις ἐστὶν ὡς πρὸς μέρος θεωρουμένη πλείστη καὶ καλλίστη χώρα τῆς Λακωνικῆς.

ὅθεν ἀφιεὶς τὰς προνομὰς αὐτόν τε τὸν τόπον τοῦτον πάντα κατεπυρπόλει καὶ διέφθειρε τοὺς ἐν αὐτῷ καρπούς, ἀφικνεῖτο δὲ ταῖς προνομαῖς καὶ πρὸς Ἀκρίας καὶ Λεύκας, ἔτι δὲ καὶ τὴν τῶν Βοιῶν χώραν.