Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

Τεγεατῶν γίνεσθαι πόλει. ταῦτα δὲ διαπραξάμενος, καὶ μείνας οὐδένα χρόνον ἐν τῇ Κορίνθῳ, παρήγγειλε τοῖς Μακεδόσιν ἀναζυγήν. ποιησάμενος δὲ τὴν πορείαν διʼ Ἄργους ἧκε δευτεραῖος εἰς Τεγέαν.

προσαναλαβὼν δὲ τοὺς ἡθροισμένους τῶν Ἀχαιῶν προῆγε διὰ τῆς ὀρεινῆς, σπουδάζων λαθεῖν τοὺς Λακεδαιμονίους ἐμβαλὼν εἰς τὴν χώραν.

περιελθὼν δὲ ταῖς ἐρημίαις, τεταρταῖος ἐπέβαλε τοῖς καταντικρὺ τῆς πόλεως λόφοις, καὶ παρῄει δεξιὸν ἔχων τὸ Μενελάιον ἐπʼ αὐτὰς τὰς Ἀμύκλας.

οἱ δὲ Λακεδαιμόνιοι, θεωροῦντες ἐκ τῆς πόλεως παράγουσαν τὴν δύναμιν, ἐκπλαγεῖς ἐγένοντο καὶ περίφοβοι, θαυμάζοντες τὸ συμβαῖνον.

ἀκμὴν γὰρ ἦσαν μετέωροι ταῖς διανοίαις ἐκ τῶν προσπιπτόντων ὑπὲρ τοῦ Φιλίππου περὶ τὴν καταφθορὰν τοῦ Θέρμου καὶ καθόλου ταῖς ἐν Αἰτωλίᾳ πράξεσι, καί τις ἐνεπεπτώκει θροῦς παρʼ αὐτοῖς ὑπὲρ τοῦ τὸν Λυκοῦργον ἐκπέμπειν βοηθήσοντα τοῖς Αἰτωλοῖς.

ὑπὲρ δὲ τοῦ τὸ δεινὸν ἥξειν ἐπὶ σφᾶς οὕτως ὀξέως ἐκ τηλικούτου διαστήματος οὐδὲ διενοεῖτο παράπαν αὐτῶν οὐδείς, ἅτε καὶ τῆς ἡλικίας ἐχούσης ἀκμὴν εὐκαταφρόνητόν τι τῆς τοῦ βασιλέως. διὸ καὶ παρὰ δόξαν αὐτοῖς τῶν πραγμάτων συγκυρούντων εἰκότως ἦσαν ἐκπλαγεῖς.

ὁ γὰρ Φίλιππος τολμηρότερον καὶ πρακτικώτερον ἢ κατὰ τὴν ἡλικίαν χρώμενος ταῖς ἐπιβολαῖς εἰς ἀπορίαν καὶ δυσχρηστίαν ἅπαντας ἦγε τοὺς πολεμίους.

ἀναχθεὶς γὰρ ἐκ μέσης Αἰτωλίας, καθάπερ ἐπάνω προεῖπον, καὶ διανύσας ἐν νυκτὶ τὸν Ἀμβρακικὸν κόλπον, εἰς Λευκάδα κατῆρε.

δύο δὲ μείνας ἡμέρας ἐνταῦθα, τῇ τρίτῃ ποιησάμενος ὑπὸ τὴν ἑωθινὴν τὸν ἀνάπλουν, δευτεραῖος πορθήσας ἅμα τὴν τῶν Αἰτωλῶν παραλίαν ἐν Λεχαίῳ καθωρμίσθη.

μετὰ δὲ ταῦτα κατὰ τὸ συνεχὲς ποιούμενος τὰς πορείας ἑβδομαῖος ἐπέβαλε τοῖς ὑπὲρ τὴν πόλιν κειμένοις παρὰ τὸ Μενελάιον λόφοις, ὥστε τοὺς πλείστους ὁρῶντας τὸ γεγονὸς μὴ πιστεύειν τοῖς συμβαίνουσιν.

οἱ μὲν οὖν Λακεδαιμόνιοι,

περιδεεῖς γεγονότες διὰ τὸ παράδοξον, ἠπόρουν καὶ δυσχρήστως διέ