Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ἁθροισθέντων δὲ τῶν ἐν ταῖς ἡλικίαις μετὰ τῶν ὅπλων εἰς τὴν Μεγάλην πόλιν κατὰ δόγμα τῶν Ἀχαιῶν —

ἀπὸ γὰρ τούτων παρεξέβημεν — καὶ τῶν Μεσσηνίων αὖθις ἐπιπορευθέντων ἐπὶ τὸ πλῆθος καὶ δεομένων μὴ περιιδεῖν σφᾶς οὕτω προφανῶς παρασπονδουμένους, βουλομένων δὲ καὶ τῆς κοινῆς συμμαχίας μετασχεῖν καὶ σπευδόντων ὁμοῦ τοῖς ἄλλοις ἐπιγραφῆναι,

περὶ μὲν τῆς συμμαχίας οἱ προεστῶτες τῶν Ἀχαιῶν ἀπέλεγον, οὐ φάσκοντες δυνατὸν εἶναι χωρὶς Φιλίππου καὶ τῶν συμμάχων οὐδένα προσλαβεῖν·

ἔτι γὰρ ἔνορκος ἔμενε πᾶσιν ἡ γεγενημένη συμμαχία διʼ Ἀντιγόνου κατὰ τοὺς Κλεομενικοὺς καιροὺς Ἀχαιοῖς, Ἠπειρώταις, Φωκεῦσι, Μακεδόσι, Βοιωτοῖς, Ἀκαρνᾶσι, Θετταλοῖς.

ἐξελεύσεσθαι δὲ καὶ βοηθήσειν αὐτοῖς ἔφασαν, ἐὰν ὅμηρα δῶσιν οἱ παραγεγονότες τοὺς ἑαυτῶν υἱεῖς εἰς τὴν τῶν Λακεδαιμονίων πόλιν χάριν τοῦ μὴ διαλυθήσεσθαι πρὸς Αἰτωλοὺς χωρὶς τῆς τῶν Ἀχαιῶν βουλήσεως.

ἐστρατοπέδευον δὲ καὶ Λακεδαιμόνιοι, κατὰ τὴν συμμαχίαν ἐξεληλυθότες, ἐπὶ τοῖς τῶν Μεγαλοπολιτῶν ὅροις, ἐφέδρων καὶ θεωρῶν μᾶλλον ἢ συμμάχων ἔχοντες τάξιν.

Ἄρατος δὲ τὸν τρόπον τοῦτον τὰ πρὸς Μεσσηνίους διαπράξας, ἔπεμπε πρὸς τοὺς Αἰτωλούς, διασαφῶν τὰ δεδογμένα καὶ παρακελευόμενος ἐπανάγειν ἐκ τῆς τῶν Μεσσηνίων χώρας καὶ τῆς Ἀχαΐας μὴ ψαύειν· εἰ δὲ μή, διότι χρήσεται τοῖς ἐπιβαίνουσιν ὡς πολεμίοις.

Σκόπας δὲ καὶ Δωρίμαχος ἀκούσαντες τὰ λεγόμενα καὶ γνόντες ἡθροισμένους τοὺς Ἀχαιούς, ἡγοῦντο συμφέρειν σφίσι τότε τίθεσθαι τοῖς παραγγελλομένοις.

παραυτίκα μὲν οὖν ἐξαπέστελλον γραμματοφόρους εἴς τε Κυλλήνην καὶ πρὸς Ἀρίστωνα τὸν τῶν Αἰτωλῶν στρατηγόν, ἀξιοῦντες κατὰ σπουδὴν αὑτοῖς ἀποστέλλειν τὰ πορθμεῖα τῆς Ἠλείας εἰς τὴν Φειάδα καλουμένην νῆσον.

αὐτοὶ δὲ μετὰ δύʼ ἡμέρας ἀνέζευξαν γέμοντες τῆς λείας, καὶ προῆγον ὡς ἐπὶ τὴν Ἠλείαν. ἀεὶ γάρ ποτε τῆς τῶν Ἠλείων ἀντείχοντο φιλίας Αἰτωλοὶ χάριν τοῦ διὰ τούτων ἐπιπλοκὰς λαμβάνειν πρὸς τὰς ἁρπαγὰς τὰς ἐκ Πελοποννήσου καὶ λῃστείας.