Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ἀνακαλύπτειν τι τούτων. τοῦ δὲ βασιλέως εὐαρεστήσαντος τοῖς λεγομένοις, καὶ φήσαντος οὐκ ὀλιγωρήσειν, ἀλλʼ ἐξετάσειν, τότε μὲν διελύθησαν.

ἐν δὲ ταῖς ἑξῆς ἡμέραις ὁ μὲν Ἀπελλῆς οὐδεμίαν ἀπόδειξιν προσῆγε τοῖς εἰρημένοις· τοῖς δὲ περὶ τὸν Ἄρατον ἐγένετό τι συγκύρημα τοιοῦτον.

οἱ γὰρ Ἠλεῖοι, καθʼ ὃν καιρὸν ὁ Φίλιππος αὐτῶν ἐπόρθει τὴν χώραν, ὑποπτεύσαντες τὸν Ἀμφίδαμον ἐπεβάλοντο συλλαβεῖν καὶ δήσαντες εἰς τὴν Αἰτωλίαν ἐκπέμπειν.

ὁ δὲ προαισθόμενος αὐτῶν τὴν ἐπίνοιαν ἀπεχώρησε τὰς μὲν ἀρχὰς εἰς Ὀλυμπίαν, μετὰ δὲ ταῦτα πυνθανόμενος τὸν Φίλιππον ἐν τῇ Δύμῃ περὶ τὴν τῶν λαφύρων οἰκονομίαν διατρίβειν, ἔσπευσε πρὸς τοῦτον διαπεσεῖν.

ὅθεν οἱ περὶ τὸν Ἄρατον, ἀκούσαντες τὸν Ἀμφίδαμον ἐκ τῆς Ἤλιδος ἐκπεπτωκότα παρεῖναι, γενόμενοι περιχαρεῖς διὰ τὸ μηδὲν αὑτοῖς συνειδέναι, προσελθόντες ᾤοντο δεῖν τὸν βασιλέα καλεῖν τὸν Ἀμφίδαμον·

καὶ γὰρ εἰδέναι περὶ τῶν κατηγορουμένων ἐκεῖνον βέλτιστα πρὸς ὃν ἐρρήθη, καὶ δηλώσειν τὴν ἀλήθειαν, πεφευγότα μὲν ἐξ οἴκου διὰ τὸν Φίλιππον, τὰς δʼ ἐλπίδας ἔχοντα τῆς σωτηρίας κατὰ τὸ παρὸν ἐν ἐκείνῳ.

πεισθεὶς δὲ τοῖς λεγομένοις ὁ βασιλεύς, καὶ μεταπεμψάμενος τὸν Ἀμφίδαμον, εὗρε τὴν διαβολὴν οὖσαν ψευδῆ.

διὸ καὶ τὸν μὲν Ἄρατον ἀπὸ ταύτης τῆς ἡμέρας ἀεὶ καὶ μᾶλλον ἀπεδέχετο καὶ κατηξίου, πρὸς δὲ τὸν Ἀπελλῆν λοξότερον εἶχε· τῇ γε μὴν ὁλοσχερεῖ προκατεχόμενος ἀποδοχῇ πολλὰ παρορᾶν ἠναγκάζετο τῶν ὑπʼ αὐτοῦ γινομένων.