Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

Φίλιππος μὲν οὖν κατὰ τὴν ὁμιλίαν τὴν πρὸς τοὺς ἐν τοῖς ὑπαίθροις συνδιατρίβοντας καὶ κατὰ τὴν ἐν τοῖς πολεμικοῖς πρᾶξιν καὶ τόλμαν οὐ μόνον παρὰ τοῖς στρατευομένοις, ἀλλὰ καὶ παρὰ τοῖς λοιποῖς πᾶσι Πελοποννησίοις εὐδοκίμει.

βασιλέα γὰρ πλείοσιν ἀφορμαῖς ἐκ φύσεως κεχορηγημένον πρὸς πραγμάτων κατάκτησιν οὐκ εὐμαρὲς εὑρεῖν·

καὶ γὰρ ἀγχίνοια καὶ μνήμη καὶ χάρις ἐπῆν αὐτῷ διαφέρουσα, πρὸς δὲ τούτοις ἐπίφασις βασιλικὴ καὶ δύναμις, τὸ δὲ μέγιστον, πρᾶξις καὶ τόλμα πολεμική.

καὶ τί δή ποτʼ ἦν τὸ ταῦτα πάντα καταγωνισάμενον καὶ ποιῆσαν ἐκ βασιλέως εὐφυοῦς τύραννον ἄγριον οὐκ εὐχερὲς διὰ βραχέων δηλῶσαι. διὸ καὶ περὶ μὲν τούτων σκέπτεσθαι καὶ διαπορεῖν ἄλλος ἁρμόσει καιρὸς μᾶλλον τοῦ νῦν ἐνεστῶτος·

ὁ δὲ Φίλιππος ἐκ τῆς Ὀλυμπίας ἀναζεύξας τὴν ἐπὶ Φαραίαν παρῆν εἰς Τέλφουσαν κἀκεῖθεν εἰς Ἡραίαν. καὶ τὴν μὲν λείαν ἐλαφυροπώλει, τὴν δὲ γέφυραν ἐπεσκεύαζε τὴν κατὰ τὸν Ἀλφειόν, βουλόμενος ταύτῃ ποιήσασθαι τὴν εἰς τὴν Τριφυλίαν εἰσβολήν.

κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς Δωρίμαχος ὁ τῶν Αἰτωλῶν στρατηγός, δεομένων τῶν Ἠλείων σφίσι βοηθεῖν πορθουμένοις, ἑξακοσίους Αἰτωλοὺς καὶ στρατηγὸν Φιλλίδαν αὐτοῖς ἐξέπεμψεν.

ὃς παραγενόμενος εἰς τὴν Ἠλείαν, καὶ παραλαβὼν τοὺς μισθοφόρους τῶν Ἠλείων, ὄντας εἰς πεντακοσίους, καὶ πολιτικοὺς χιλίους, ἅμα δὲ τούτοις τοὺς Ταραντίνους, ἧκε βοηθῶν εἰς τὴν Τριφυλίαν,

ἣ τῆς μὲν προσηγορίας τέτευχε ταύτης ἀπὸ Τριφύλου τῶν Ἀρκάδος παίδων ἑνός, κεῖται δὲ τῆς Πελοποννήσου παρὰ θάλατταν μεταξὺ τῆς Ἠλείων καὶ Μεσσηνίων χώρας, τέτραπται δʼ εἰς τὸ Λιβυκὸν πέλαγος, ἐσχατεύουσα τῆς Ἀρκαδίας ὡς πρὸς χειμερινὰς δύσεις,

ἔχει δʼ ἐν αὑτῇ πόλεις ταύτας, Σαμικόν, Λέπρεον, Ὕπαναν, Τυπανέας, Πύργον, Αἴπιον, Βώλακα, Στυλάγγιον, Φρίξαν.

ὧν ὀλίγοις χρόνοις πρότερον ἐπικρατήσαντες Ἠλεῖοι προσελάβοντο καὶ τὴν τῶν Ἀλιφειρέων πόλιν, οὖσαν ἐξ ἀρχῆς ὑπʼ Ἀρκαδίαν [καὶ Μεγαλόπολιν], Λυδιάδου τοῦ Μεγαλοπολίτου κατὰ τὴν τυραννίδα πρός τινας ἰδίας πράξεις ἀλλαγὴν δόντος τοῖς Ἠλείοις.