Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ταῦτʼ οὖν πάντα συνορῶν καὶ συλλογιζόμενος ὁ Φίλιππος τὰ μὲν ἀφίστατο τοῖς λογισμοῖς τοῦ βιάζεσθαι καὶ πολιορκεῖν τὴν πόλιν, τὰ δὲ προθύμως εἶχε, τὴν εὐκαιρίαν ὁρῶν τοῦ τόπου·

καθʼ ὅσον γὰρ ἐπέκειτο τοῖς Ἀχαιοῖς τότε καὶ τοῖς Ἀρκάσι καὶ πολεμητήριον ὑπῆρχε τοῖς Ἠλείοις ἀσφαλές, κατὰ τοσοῦτον πάλιν κρατηθὲν ἔμελλε τῶν μὲν Ἀρκάδων προκεῖσθαι, κατὰ δὲ τῶν Ἠλείων ὁρμητήριον ὑπάρξειν τοῖς συμμάχοις εὔκαιρον.

διόπερ ἐπὶ τοῦτο τὸ μέρος ὁρμήσας τῇ γνώμῃ παρήγγελλε τοῖς Μακεδόσιν ἅμα τῷ φωτὶ πᾶσιν ἀριστοποιεῖσθαι καὶ διεσκευασμένους ἑτοίμους ὑπάρχειν.

μετὰ δὲ ταῦτα διαβὰς τὴν κατὰ τὸν Ἐρύμανθον γέφυραν, οὐδενὸς ἐμποδὼν στάντος διὰ τὸ παράδοξον τῆς ἐπιβολῆς, ἧκε πρὸς αὐτὴν τὴν πόλιν ἐνεργῶς καὶ καταπληκτικῶς.

οἱ δὲ περὶ τὸν Εὐριπίδαν καὶ πάντες οἱ κατὰ τὴν πόλιν διηπόρουν ἐπὶ τοῖς συμβαίνουσι τῷ πεπεῖσθαι μήτʼ ἂν ἐξ ἐφόδου τολμῆσαι τοὺς πολεμίους προσβαλεῖν καὶ βιάζεσθαι πρὸς οὕτως ὀχυρὰν πόλιν μήτε χρόνιον ἂν συστήσασθαι πολιορκίαν διὰ τὴν τοῦ καιροῦ περίστασιν.

ἅμα δὲ ταῦτα λογιζόμενοι διηπίστουν ἀλλήλοις, δεδιότες μὴ πρᾶξιν ὁ Φίλιππος εἴη διὰ τῶν ἔνδον συνεσταμένος κατὰ τῆς πόλεως. ἐπεὶ δʼ οὐδὲν ἑώρων τοιοῦτον ἐξ αὑτῶν γινόμενον,

ὥρμησαν οἱ μὲν πλείους ἐπὶ τὰ τείχη βοηθήσοντες, οἱ δὲ μισθοφόροι τῶν Ἠλείων κατά τινα πύλην ὑπερδέξιον ἐξῆλθον ὡς ἐπιθησόμενοι τοῖς πολεμίοις.

ὁ δὲ βασιλεὺς διατάξας κατὰ τρεῖς τόπους τοὺς προσοίσοντας τῷ τείχει τὰς κλίμακας, καὶ τούτοις ὁμοίως μερίσας τοὺς ἄλλους Μακεδόνας, μετὰ ταῦτα διὰ τῶν σαλπιγκτῶν ἀποδοὺς ἑκάστοις τὸ σύνθημα πανταχόθεν ἅμα τὴν προσβολὴν ἐποιεῖτο τοῖς τείχεσι.

τὸ μὲν οὖν πρῶτον ἠμύνοντο γενναίως οἱ κατέχοντες τὴν πόλιν, καὶ πολλοὺς ἀπὸ τῶν κλιμάκων ἀπέρριπτον·

ἐπεὶ δʼ ἥ τε χορηγία τῶν βελῶν καὶ τῶν ἄλλων τῶν πρὸς τὴν χρείαν ἐπιτηδείων ἐνέλειπεν, ὡς ἂν ἐκ τοῦ καιροῦ τῆς παρασκευῆς γεγενημένης, οἵ τε Μακεδόνες οὐ κατεπλήττοντο τὸ γινόμενον, ἀλλʼ ἐπὶ τὴν τοῦ ῥιφέντος ἀπὸ τῶν κλιμάκων χώραν ὁ κατόπιν ἀμελλήτως ἐπέβαινε,

τέλος οἱ μὲν ἐκ τῆς πόλεως τραπέντες ἔφευγον πάντες πρὸς τὴν ἀκρόπολιν, τῶν δὲ παρὰ τοῦ βασιλέως οἱ μὲν Μακεδόνες ἐπέβησαν τοῦ τείχους, οἱ δὲ Κρῆτες πρὸς τοὺς κατὰ τὴν ὑπερδέξιον πύλην ἐπεξελθόντας τῶν μισθοφόρων συμμίξαντες ἠνάγκασαν αὐτοὺς οὐδενὶ κόσμῳ ῥίψαντας τὰ ὅπλα φεύγειν.

οἷς ἐπικείμενοι καὶ προσφέροντες τὰς χεῖρας συνεισέπεσον διὰ τῆς πύλης· ἐξ οὗ συνέβη πανταχόθεν ἅμα καταληφθῆναι τὴν πόλιν.

οἱ μὲν οὖν Ψωφίδιοι μετὰ τέκνων καὶ γυναικῶν ἀπεχώρησαν εἰς τὴν ἄκραν, ἅμα δὲ τούτοις οἱ περὶ τὸν Εὐριπίδαν, ὁμοίως δὲ καὶ τὸ λοιπὸν πλῆθος τῶν διασῳζομένων·