Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

θροίζεσθαι μετὰ τῶν ὅπλων. τῆς δὲ πρωτοπορείας τῶν Μακεδόνων ἐπιβαλούσης ἐπὶ τὴν ὑπερβολὴν τὴν περὶ τὸ καλούμενον Ἀπέλαυρον, ἣ πρόκειται τῆς τῶν Στυμφαλίων πόλεως περὶ δέκα στάδιʼ, ἅμα συνεκύρησε καὶ τὴν τῶν Ἠλείων πρωτοπορείαν συμπεσεῖν ἐπὶ τὴν ὑπερβολήν.

ὁ μὲν οὖν Εὐριπίδας, συννοήσας τὸ γεγονὸς ἐκ τῶν προσηγγελμένων, παραλαβὼν μεθʼ ἑαυτοῦ τινας τῶν ἱππέων καὶ διαδρὰς τὸν ἐνεστῶτα καιρὸν ἐποιεῖτο τὴν ἀποχώρησιν εἰς τὴν Ψωφῖδα ταῖς ἀνοδίαις·

τὸ δὲ λοιπὸν πλῆθος τῶν Ἠλείων, ἐγκαταλελειμμένον ὑπὸ τοῦ προεστῶτος καὶ γεγονὸς ἐκπλαγὲς ἐπὶ τῷ συμβεβηκότι, κατὰ πορείαν ἔμενε, διαπορούμενον τί δεῖ ποιεῖν καὶ πῇ τρέπεσθαι.

τὸ μὲν γὰρ πρῶτον αὐτῶν οἱ προεστῶτες ὑπελάμβανον τῶν Ἀχαιῶν αὐτῶν τινας συνεπιβεβοηθηκέναι· καὶ μάλιστʼ ἠπάτων αὐτοὺς οἱ χαλκάσπιδες·

Μεγαλοπολίτας γὰρ εἶναι τούτους ἐδόξαζον, διὰ τὸ τοιούτοις ὅπλοις κεχρῆσθαι τοὺς προειρημένους ἐν τῷ περὶ Σελλασίαν [ἐν τῷ] πρὸς Κλεομένη κινδύνῳ, καθοπλίσαντος Ἀντιγόνου τοῦ βασιλέως πρὸς τὴν παροῦσαν χρείαν.

διόπερ ἀπεχώρουν τηροῦντες τὰς τάξεις πρός τινας ὑπερδεξίους τόπους, οὐκ ἀπελπίζοντες τὴν σωτηρίαν. ἅμα δὲ τῷ προσάγοντας αὐτοῖς τοὺς Μακεδόνας σύνεγγυς γενέσθαι λαβόντες ἔννοιαν τοῦ κατʼ ἀλήθειαν ὄντος, πάντες ὥρμησαν πρὸς φυγήν, ῥίψαντες τὰ ὅπλα.

ζωγρίᾳ μὲν οὖν ἑάλωσαν αὐτῶν περὶ χιλίους καὶ διακοσίους, τὸ δὲ λοιπὸν διεφθάρη πλῆθος, τὸ μὲν ὑπὸ τῶν Μακεδόνων, τὸ δʼ ὑπὸ τῶν κρημνῶν· διέφυγον δʼ οὐ πλείους τῶν ἑκατόν.

ὁ δὲ Φίλιππος τά τε σκῦλα καὶ τοὺς αἰχμαλώτους εἰς Κόρινθον ἀποπέμψας εἴχετο τῶν προκειμένων.

τοῖς δὲ Πελοποννησίοις πᾶσι παράδοξον ἐφάνη τὸ γεγονός· ἅμα γὰρ ἤκουον τὴν παρουσίαν καὶ τὴν νίκην τοῦ βασιλέως.