Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

αγωγιάζειν τοὺς εἰς τὸν Πόντον πλέοντας. μεγάλης δὲ γενομένης τῆς ἀλυσιτελείας καὶ δυσχρηστίας πᾶσιν ἐκ τοῦ τέλος πράττειν τοὺς Βυζαντίους τῶν ἐξαγομένων ἐκ τοῦ Πόντου, δεινὸν ἡγοῦντο, καὶ πάντες ἐνεκάλουν οἱ πλοϊζόμενοι τοῖς Ῥοδίοις διὰ τὸ δοκεῖν τούτους προεστάναι τῶν κατὰ θάλατταν. ἐξ οὗ συνέβη φῦναι τὸν πόλεμον,

ὑπὲρ οὗ νῦν ἡμεῖς ἱστορεῖν μέλλομεν.

οἱ γὰρ Ῥόδιοι,

συνεξεγερθέντες ἅμα μὲν διὰ τὴν σφετέραν βλάβην, ἅμα δὲ καὶ διὰ τὴν τῶν πέλας ἐλάττωσιν, τὸ μὲν πρῶτον παραλαβόντες τοὺς συμμάχους ἐπρέσβευον πρὸς τοὺς Βυζαντίους, ἀξιοῦντες καταλύσειν αὐτοὺς τὸ παραγώγιον·

οὐκ ἐντρεπομένων δὲ τοῖς ὅλοις, ἀλλὰ πεπεισμένων δίκαια λέγειν ἐκ τῆς ἀντικαταστάσεως τῆς γενομένης παρʼ αὐτοῖς τῶν περὶ τὸν Ἑκατόδωρον καὶ Ὀλυμπιόδωρον πρὸς τοὺς τῶν Ῥοδίων πρεσβευτάς —

οὗτοι γὰρ τότε προέστησαν τοῦ τῶν Βυζαντίων πολιτεύματος — τότε μὲν ἀπηλλάγησαν οἱ Ῥόδιοι περάναντες οὐδέν,

ἐπανελθόντες δὲ τὸν πόλεμον ἐψηφίσαντο τοῖς Βυζαντίοις διὰ τὰς προειρημένας αἰτίας.

καὶ παραυτίκα πρεσβευτὰς ἐξαπέστελλον πρὸς Προυσίαν, παρακαλοῦντες καὶ τοῦτον εἰς τὸν πόλεμον· ᾔδεσαν γὰρ τὸν Προυσίαν παρατριβόμενον ἔκ τινων πρὸς τοὺς