Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

τοὺς αὐτοὺς τόπους. ἐξ ὧν οὐκ εἰκὸς θαυμάζειν πῶς οἱ τηλικοῦτοι καὶ τοιοῦτοι ποταμοὶ συνεχῶς ῥέοντες ἀπεργάζονταί τι τῶν προειρημένων καὶ τέλος ἐκπληροῦσι τὸν Πόντον.

οὐ γὰρ εἰκός, ἀλλʼ ἀναγκαῖον γενέσθαι τοῦτό γε προφαίνεται κατὰ τὸν ὀρθὸν λόγον.

σημεῖον δὲ τοῦ μέλλοντος· ὅσῳ γάρ ἐστι νῦν ἡ Μαιῶτις γλυκυτέρα τῆς Ποντικῆς θαλάττης, οὕτως θεωρεῖται διαφέρουσα προφανῶς ἡ Ποντικὴ τῆς καθʼ ἡμᾶς.

ἐξ ὧν δῆλον ὡς, ὅταν ὁ χρόνος, ἐν ᾧ πεπληρῶσθαι συμβαίνει τὴν Μαιῶτιν, τοῦτον λάβῃ τὸν λόγον πρὸς τὸν χρόνον, ὃν ἔχει τὸ μέγεθος τοῦ κοιλώματος πρὸς τὸ κοίλωμα, τότε συμβήσεται καὶ τὸν Πόντον τεναγώδη καὶ γλυκὺν καὶ λιμνώδη γενέσθαι παραπλησίως τῇ Μαιώτιδι λίμνῃ.

καὶ θᾶττον δὲ τοῦτον ὑποληπτέον. ὅσῳ μείζους καὶ πλείους εἰσὶν αἱ ῥύσεις τῶν εἰς τοῦτον ἐκπιπτόντων ποταμῶν.

ταῦτα μὲν οὖν ἡμῖν εἰρήσθω πρὸς τοὺς ἀπίστως διακειμένους, εἰ δὴ χώννυσθαι νῦν καὶ χωσθήσεσθαί ποτε συμβήσεται τὸν Πόντον καὶ λίμνη καὶ τέναγος ἔσται τὸ τηλικοῦτον πέλαγος.

ἔτι δὲ μᾶλλον εἰρήσθω καὶ τῆς τῶν πλοϊζομένων ψευδολογίας καὶ τερατείας χάριν, ἵνα μὴ παντὶ τῷ λεγομένῳ προσκεχηνέναι παιδικῶς ἀναγκαζώμεθα διὰ τὴν ἀπειρίαν, ἔχοντες δʼ ἴχνη τῆς ἀληθείας ἐπὶ ποσὸν ἐξ αὐτῶν ἐπικρίνειν δυνώμεθα τὸ λεγόμενον ὑπό τινων ἀληθῶς ἢ τοὐναντίον.

ἐπὶ δὲ τὸ συνεχὲς τῆς εὐκαιρίας τῶν Βυζαντίων ἐπάνιμεν.