Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ἐν ταῖς ὁλοσχερέσι περιστάσεσι. Λακεδαιμόνιοι δὲ τῶν εἰθισμένων ἐποίησάν τι — τοῦτο γὰρ συνεχὲς ἦν τοῖς προειρημένοις — τέλος γὰρ τοὺς παρὰ τῶν συμμάχων πρέσβεις ἀναποκρίτους ἀπέστειλαν. οὕτως ἐξηπόρησαν ὑπὸ τῆς ἀλογίας καὶ κακίας τῆς αὑτῶν.

καί μοι δοκεῖ τοῦτʼ ἀληθὲς εἶναι διότι πολλάκις τολμᾶν περιττὸν εἰς ἄνοιαν καὶ τὸ μηδὲν καταντᾶν εἴωθεν.

οὐ μὴν ἀλλὰ μετὰ ταῦτα, κατασταθέντων ἐφόρων ἄλλων, οἱ κινήσαντες ἐξ ἀρχῆς τὰ πράγματα καὶ γενόμενοι τῆς προειρημένης σφαγῆς αἴτιοι διεπέμποντο πρὸς τοὺς Αἰτωλούς, ἐπισπώμενοι πρεσβευτήν.

τῶν δὲ καὶ μάλʼ ἀσμένως ὑπακουσάντων, ἧκε μετʼ ὀλίγον πρεσβεύων εἰς τὴν Λακεδαίμονα Μαχατᾶς.

καὶ παραυτίκα προσῄει τοῖς ἐφόροις οἰόμενοι δεῖν τῷ τε Μαχατᾷ δίδοσθαι τὴν ἔφοδον ἐπὶ τοὺς πολλούς, καὶ βασιλέας καθιστάναι κατὰ τὰ πάτρια, καὶ μὴ περιορᾶν τὸν πλείω χρόνον παρὰ τοὺς νόμους καταλελυμένην τὴν τῶν Ἡρακλειδῶν ἀρχήν.

οἱ δʼ ἔφοροι, δυσαρεστούμενοι μὲν τοῖς ὅλοις πράγμασιν, οὐ δυνάμενοι δὲ πρὸς τὴν ὁρμὴν ἀντοφθαλμεῖν, ἀλλὰ δεδιότες τὴν τῶν νέων συστροφήν, περὶ μὲν τῶν βασιλέων ἔφασαν μετὰ ταῦτα βουλεύσεσθαι, τῷ δὲ Μαχατᾷ συνεχώρησαν δώσειν τὴν ἐκκλησίαν.

συναχθέντος δὲ τοῦ πλήθους παρελθὼν ὁ Μαχατᾶς παρεκάλει διὰ πλειόνων αὐτοὺς αἱρεῖσθαι τὴν πρὸς Αἰτωλοὺς συμμαχίαν, εἰκῇ μὲν καὶ θρασέως κατηγορῶν Μακεδόνων, ἀλόγως δὲ καὶ ψευδῶς ἐγκωμιάζων τοὺς Αἰτωλούς.

μεταστάντος δὲ τούτου, πολλῆς ἀμφισβητήσεως ἐτύγχανε τὸ πρᾶγμα· τινὲς μὲν γὰρ συνηγόρουν τοῖς Αἰτωλοῖς καὶ συντίθεσθαι πρὸς αὐτοὺς παρῄνουν τὴν συμμαχίαν, ἔνιοι δὲ τούτοις ἀντέλεγον.

οὐ μὴν ἀλλὰ τῶν πρεσβυτέρων τινὲς ἐπιστήσαντες τὸ πλῆθος ἐπί τε τὰς Ἀντιγόνου καὶ Μακεδόνων εὐεργεσίας ἐπί τε τὰς διὰ Χαριξένου καὶ Τιμαίου βλάβας, ὅτε στρατεύσαντες Αἰτωλοὶ πανδημεὶ κατέφθειραν μὲν αὐτῶν τὴν χώραν, ἐξηνδραποδίσαντο δὲ τὰς περιοίκους, ἐπεβούλευσαν δὲ τῇ Σπάρτῃ, μετὰ δόλου καὶ βίας τοὺς φυγάδας ἐπαγαγόντες, ἐπʼ ἄλλης ἐγένοντο γνώμης,

καὶ τέλος ἐπείσθησαν τηρεῖν τὴν πρὸς Φίλιππον καὶ Μακεδόνας συμμαχίας.

γενομένων δὲ τούτων, ὁ μὲν Μαχατᾶς ἄπρακτος ἐπανῄει πάλιν