Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

Αἰτωλοὶ πάλαι μὲν δυσχερῶς ἔφερον τὴν εἰρήνην καὶ τὰς ἀπὸ τῶν ἰδίων ὑπαρχόντων δαπάνας, ὡς ἂν εἰθισμένοι μὲν ζῆν ἀπὸ τῶν πέλας, δεόμενοι δὲ πολλῆς χορηγίας διὰ τὴν ἔμφυτον ἀλαζονείαν, ᾗ δουλεύοντες ἀεὶ πλεονεκτικὸν καὶ θηριώδη ζῶσι βίον, οὐδὲν οἰκεῖον, πάντα δʼ ἡγούμενοι πολέμια.

οὐ μὴν ἀλλὰ τὸν πρὸ τοῦ χρόνον, ἕως Ἀντίγονος ἔζη, δεδιότες Μακεδόνας ἦγον ἡσυχίαν.

ἐπειδὴ δʼ ἐκεῖνος μετήλλαξε τὸν βίον, παῖδα καταλιπὼν Φίλιππον, καταφρονήσαντες ἐζήτουν ἀφορμὰς καὶ προφάσεις τῆς εἰς Πελοπόννησον ἐπιπλοκῆς, ἀγόμενοι κατὰ τὸ παλαιὸν ἔθος ἐπὶ τὰς ἐκ ταύτης ἁρπαγάς, ἅμα δὲ καὶ νομίζοντες ἀξιόχρεως εἶναι σφᾶς πρὸς τὸ πολεμεῖν αὐτοῖς Ἀχαιοῖς.

ὄντες δʼ ἐπὶ ταύτης τῆς προθέσεως, βραχέα ταὐτομάτου σφίσι συνεργήσαντος ἔλαβον ἀφορμὰς πρὸς τὴν ἐπιβολὴν τοιαύτας.

Δωρίμαχος ὁ Τριχωνεὺς ἦν μὲν υἱὸς Νικοστράτου τοῦ παρασπονδήσαντος τὴν τῶν Παμβοιωτίων πανήγυριν, νέος δʼ ὢν καὶ πλήρης Αἰτωλικῆς ὁρμῆς καὶ πλεονεξίας ἐξαπεστάλη κατὰ κοινὸν εἰς τὴν τῶν Φιγαλέων πόλιν,

ἥτις ἐστὶ μὲν ἐν Πελοποννήσῳ, κεῖται δὲ πρὸς τοῖς τῶν Μεσσηνίων ὅροις, ἐτύγχανε δὲ τότε συμπολιτευομένη τοῖς Αἰτωλοῖς,

λόγῳ μὲν παραφυλάξων τήν τε χώραν καὶ τὴν πόλιν τῶν Φιγαλέων, ἔργῳ δὲ κατασκόπου τάξιν ἔχων τῶν ἐν Πελοποννήσῳ πραγμάτων.

συνδραμόντων δὲ πειρατῶν, καὶ παραγενομένων πρὸς αὐτὸν εἰς τὴν Φιγάλειαν, οὐκ ἔχων τούτοις ἀπὸ τοῦ δικαίου συμπαρασκευάζειν ὠφελείας, διὰ τὸ μένειν ἔτι τότε τὴν κοινὴν εἰρήνην τοῖς Ἕλλησι τὴν ὑπʼ Ἀντιγόνου συντελεσθεῖσαν,

τέλος ἀπορούμενος ἐπέτρεψε τοῖς πειραταῖς λῄζεσθαι τὰ τῶν Μεσσηνίων θρέμματα, φίλων ὄντων καὶ συμμάχων.

τὸ μὲν οὖν πρῶτον ἠδίκουν τὰ περὶ τὰς ἐσχατιὰς ποίμνια, μετὰ δὲ ταῦτα, προβαινούσης τῆς ἀπονοίας, ἐνεχείρησαν καὶ τὰς ἐπὶ τῶν ἀγρῶν οἰκίας ἐκκόπτειν, ἀνυπονοήτως τὰς νύκτας ἐπιφαινόμενοι.

τῶν δὲ Μεσσηνίων ἐπὶ τούτοις ἀγανακτούντων καὶ διαπρεσβευομένων πρὸς τὸν Δωρίμαχον, τὰς μὲν ἀρχὰς παρήκουε, βουλόμενος τὰ μὲν ὠφελεῖν τοὺς ὑπʼ αὐτὸν ταττομένους, τὰ δʼ αὐτὸς ὠφελεῖσθαι, μερίτης γινόμενος τῶν λαμβανομένων.

πλεοναζούσης δὲ τῆς παρουσίας τῶν πρεσβειῶν διὰ τὴν συνέχειαν τῶν ἀδικημάτων, αὐτὸς ἥξειν ἐπὶ τὴν Μεσσήνην ἔφη, δικαιολογησόμενος πρὸς τοὺς ἐγκαλοῦντας τοῖς Αἰτωλοῖς.

ἐπειδὴ δὲ παρεγένετο, προσπορευομένων αὐτῷ τῶν ἠδικημένων, τοὺς μὲν διέσυρε χλευάζων, τῶν δὲ κατανίστατο, τοὺς δʼ ἐξέπληττε λοιδορῶν.