Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

κατὰ δὲ τοὺς καιροὺς τούτους ὁ τῶν Ἀχαιῶν στρατηγὸς Ἄρατος ἐξαπέστειλε μὲν πρὸς Φίλιππον παρακαλῶν βοηθεῖν, συνῆγε δὲ τοὺς ἐπιλέκτους, μετεπέμπετο δὲ παρὰ Λακεδαιμονίων καὶ Μεσσηνίων τοὺς διατεταγμένους κατὰ τὰς ὁμολογίας.

οἱ δʼ Αἰτωλοὶ τὸ μὲν πρῶτον παρεκάλουν τοὺς Κλειτορίους ἀποστάντας τῶν Ἀχαιῶν αἱρεῖσθαι τὴν πρὸς αὑτοὺς συμμαχίαν.

τῶν δὲ Κλειτορίων ἁπλῶς οὐ προσιεμένων τοὺς λόγους, προσβολὰς ἐποιοῦντο, καὶ προσερείδοντες τὰς κλίμακας τοῖς τείχεσι κατεπείραζον τῆς πόλεως.

ἀμυνομένων δὲ γενναίως καὶ τολμηρῶς τῶν ἔνδον, εἴξαντες τοῖς πράγμασιν ἀνεστρατοπέδευσαν, καὶ προαγαγόντες αὖθις ὡς ἐπὶ τὴν Κύναιθαν, ὅμως τὰ θρέμματα τῆς θεοῦ περισύραντες ἀπήγαγον.

καὶ τὸ μὲν πρῶτον παρεδίδοσαν τοῖς Ἠλείοις τὴν Κύναιθαν· οὐ βουλομένων δὲ προσδέξασθαι τῶν Ἠλείων, ἐπεβάλοντο μὲν διʼ αὑτῶν κατέχειν τὴν πόλιν, στρατηγὸν ἐπιστήσαντες Εὐριπίδαν,

μετὰ δὲ ταῦτα πάλιν δείσαντες ἐκ τῶν προσαγγελλομένων τὴν ἐκ Μακεδονίας βοήθειαν, ἐμπρήσαντες τὴν πόλιν ἀπηλλάγησαν, καὶ προῆγον αὖτις ὡς ἐπὶ τὸ Ῥίον, ταύτῃ κρίνοντες ποιεῖσθαι τὴν διάβασιν.

ὁ δὲ Ταυρίων, πυνθανόμενος τὴν τῶν Αἰτωλῶν εἰσβολὴν καὶ τὰ περὶ τὴν Κύναιθαν πεπραγμένα, θεωρῶν δὲ τὸν Δημήτριον τὸν Φάριον ἀπὸ τῶν νήσων εἰς τὰς Κεγχρεὰς καταπεπλευκότα, παρεκάλει τοῦτον βοηθῆσαι τοῖς Ἀχαιοῖς καὶ διισθμίσαντα τοὺς λέμβους ἐπιτίθεσθαι τῇ τῶν Αἰτωλῶν διαβάσει.

ὁ δὲ Δημήτριος λυσιτελῆ μέν, οὐκ εὐσχήμονα δὲ πεποιημένος τὴν ἀπὸ τῶν νήσων ἐπάνοδον, διὰ τὸν τῶν Ῥοδίων ἐπʼ αὐτὸν ἀνάπλουν, ἄσμενος ὑπήκουσε τῷ Ταυρίωνι, προσδεξαμένου ʼκείνου τὴν εἰς τὴν ὑπέρβασιν τῶν λέμβων δαπάνην.

οὗτος μὲν οὖν ὑπερισθμίσας, καὶ δυσὶ καθυστερήσας ἡμέραις τῆς τῶν Αἰτωλῶν διαβάσεως, προκατασύρας τινὰς τόπους τῆς παραλίας τῆς τῶν Αἰτωλῶν κατήχθη πάλιν εἰς τὴν Κόρινθον.

Λακεδαιμόνιοι δὲ τὸ μὲν πέμπειν τὰς βοηθείας κατὰ τὴν διάταξιν ἐνεκάκησαν, βραχεῖς δέ τινας παντελῶς ἱππεῖς καὶ πεζούς, στοχαζόμενοι τοῦ δοκεῖν μόνον, ἐξέπεμψαν.

Ἄρατος δὲ τοὺς Ἀχαιοὺς ἔχων πολιτικώτερον ἢ στρατηγικώτερον ὑπὲρ τῶν παρόντων ἐβουλεύσατο·

μέχρι γὰρ τούτου τὴν ἡσυχίαν ἦγε, προσανέχων καὶ μεμνημένος τῆς προγεγενημένης συμφορᾶς, ἕως οὗ πάντα διαπραξάμενοι κατὰ τὰς αὑτῶν προαιρέσεις οἱ περὶ τὸν Σκόπαν καὶ Δωρίμαχον ἐπανῆλθον εἰς τὴν οἰκείαν, καίπερ διὰ τόπων ποιούμενοι τὰς πορείας εὐεπιθέτων καὶ στενῶν καὶ μόνον σαλπιγκτοῦ δεομένων.

Κυναιθεῖς δὲ μεγάλοις ἀτυχήμασιν ὑπʼ Αἰτωλῶν καὶ μεγάλαις συμφοραῖς περιπεσόντες ὅμως πάντων ἀνθρώπων ἔδοξαν ἠτυχηκέναι δικαιότατα.