Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ἦν δὲ τὰ δόξαντα τοῖς Ἀχαιοῖς ταῦτα· πρεσβεύειν πρὸς Ἠπειρώτας, Βοιωτούς, Φωκέας, Ἀκαρνᾶνας,

Φίλιππον, καὶ διασαφεῖν τίνα τρόπον Αἰτωλοὶ παρὰ τὰς συνθήκας μεθʼ ὅπλων ἤδη δὶς εἰσβεβληκότες εἴησαν εἰς τὴν Ἀχαΐαν, καὶ παρακαλεῖν αὐτοὺς βοηθεῖν κατὰ τὰς ὁμολογίας, προσδέξασθαι δὲ καὶ τοὺς Μεσσηνίους εἰς τὴν συμμαχίαν,

τὸν δὲ στρατηγὸν ἐπιλέξαι τῶν Ἀχαιῶν πεζοὺς μὲν πεντακισχιλίους, ἱππεῖς δὲ πεντακοσίους, καὶ βοηθεῖν τοῖς Μεσσηνίοις, ἐὰν ἐπιβαίνωσιν Αἰτωλοὶ τῆς χώρας αὐτῶν·

συντάξασθαι δὲ καὶ πρὸς Λακεδαιμονίους καὶ πρὸς Μεσσηνίους ὅσους δεήσοι παρʼ ἀμφοῖν ὑπάρχειν ἱππεῖς καὶ πεζοὺς πρὸς τὰς κοινὰς χρείας. δοξάντων δὲ τούτων,

οἱ μὲν Ἀχαιοὶ φέροντες γενναίως τὸ γεγονὸς οὔτε τοὺς Μεσσηνίους ἐγκατέλιπον οὔτε τὴν αὑτῶν πρόθεσιν, οἱ δὲ πρὸς τοὺς συμμάχους καθεσταμένοι τὰς πρεσβείας ἐπετέλουν,

ὁ δὲ στρατηγὸς τοὺς μὲν ἐκ τῆς Ἀχαΐας ἄνδρας ἐπέλεγε κατὰ τὸ δόγμα, πρὸς δὲ τοὺς Λακεδαιμονίους καὶ Μεσσηνίους συνετάττετο πεζοὺς μὲν παρʼ ἑκατέρων ὑπάρχειν δισχιλίους καὶ πεντακοσίους, ἱππεῖς δὲ πεντήκοντα καὶ διακοσίους,

ὥστʼ εἶναι τὸ πᾶν σύστημα πρὸς τὰς ἐπιγινομένας χρείας πεζοὺς μὲν μυρίους, ἱππεῖς δὲ χιλίους.

οἱ δʼ Αἰτωλοί,

παραγενομένης αὐτοῖς τῆς καθηκούσης ἐκκλησίας, συνελθόντες ἐβουλεύσαντο πρός τε Λακεδαιμονίους καὶ Μεσσηνίους καὶ τοὺς ἄλλους πάντας εἰρήνην ἄγειν, κακοπραγμονοῦντες καὶ βουλόμενοι φθείρειν καὶ λυμαίνεσθαι τοὺς τῶν Ἀχαιῶν συμμάχους·

πρὸς αὐτοὺς δὲ τοὺς Ἀχαιούς, ἐὰν μὲν ἀφιστῶνται τῆς τῶν Μεσσηνίων συμμαχίας, ἄγειν ἐψηφίσαντο τὴν εἰρήνην, εἰ δὲ μή, πολεμεῖν, πρᾶγμα πάντων ἀλογώτατον.

ὄντες γὰρ αὐτοὶ σύμμαχοι καὶ τῶν Ἀχαιῶν καὶ τῶν Μεσσηνίων, εἰ μὲν οὗτοι πρὸς ἀλλήλους φιλίαν ἄγοιεν καὶ συμμαχίαν, τὸν πόλεμον τοῖς Ἀχαιοῖς ἐπήγγελλον· εἰ δʼ ἔχθραν ἕλοιντο πρὸς τοὺς Μεσσηνίους, τὴν εἰρήνην αὐτοῖς ἐποίουν κατὰ μόνας,

ὥστε μηδʼ ὑπὸ λόγον πίπτειν τὴν ἀδικίαν αὐτῶν διὰ τὸ παρηλλαγμένον αὐτῶν τῶν ἐγχειρημάτων.