Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ὁ δʼ Ἄρατος ἐπιμείνας δύʼ ἡμέρας, καὶ πιστεύσας εὐήθως ὅτι ποιήσονται τὴν ἐπάνοδον, καθάπερ ὑπεδείκνυσαν, τοὺς μὲν λοιποὺς Ἀχαιοὺς καὶ τοὺς Λακεδαιμονίους διαφῆκε πάντας εἰς τὴν οἰκείαν,

τρισχιλίους δʼ ἔχων πεζοὺς καὶ τριακοσίους ἱππεῖς καὶ τοὺς ἅμα τῷ Ταυρίωνι στρατιώτας, προῆγε τὴν ἐπὶ Πάτρας, ἀντιπαράγειν τοῖς Αἰτωλοῖς προαιρούμενος.

οἱ δὲ περὶ τὸν Δωρίμαχον, πυνθανόμενοι τοὺς περὶ τὸν Ἄρατον ἀντιπαράγειν αὐτοῖς καὶ συμμένειν, τὰ μὲν διαγωνιάσαντες μὴ κατὰ τὴν εἰς τὰς ναῦς ἔμβασιν ἐπίθωνται σφίσι περισπωμένοις, τὰ δὲ σπουδάζοντες συγχέαι τὸν πόλεμον,

τὴν μὲν λείαν ἀπέστειλαν ἐπὶ τὰ πλοῖα, συστήσαντες τοὺς ἱκανοὺς καὶ τοὺς ἐπιτηδείους πρὸς τὴν διακομιδήν, προσεντειλάμενοι τοῖς ἐκπεμπομένοις ταῦτα πρὸς τὸ Ῥίον ἀπαντᾶν, ὡς ἐντεῦθεν ποιησόμενοι τὴν ἔμβασιν,

αὐτοὶ δὲ τὸ μὲν πρῶτον ἐφήδρευον τῇ τῆς λείας ἐξαποστολῇ περιέποντες, μετὰ δὲ ταῦτα προῆγον ἐκ μεταβολῆς ὡς ἐπʼ Ὀλυμπίας.

ἀκούοντες δὲ τοὺς περὶ τὸν Ταυρίωνα μετὰ τοῦ προειρημένου πλήθους περὶ τὴν Κλειτορίαν εἶναι, καὶ νομίζοντες οὐδʼ ὣς δυνήσεσθαι τὴν ἀπὸ τοῦ Ῥίου διάβασιν ἄνευ κινδύνου ποιήσασθαι καὶ συμπλοκῆς,

ἔκριναν συμφέρειν τοῖς σφετέροις πράγμασιν ὡς τάχιστα συμμῖξαι τοῖς περὶ τὸν Ἄρατον, ἀκμὴν ὀλίγοις οὖσι καὶ τοῦ μέλλοντος ἀνυπονοήτοις,

ὑπολαβόντες, ἂν μὲν τρέψωνται τούτους, προκατασύραντες τὴν χώραν ἀσφαλῆ ποιήσεσθαι τὴν ἀπὸ τοῦ Ῥίου διάβασιν, ἐν ᾧ μέλλει καὶ βουλεύεται συναθροίζεσθαι πάλιν τὸ τῶν Ἀχαιῶν πλῆθος,

ἂν δὲ καταπλαγέντες φυγομαχῶσι καὶ μὴ βούλωνται συμβάλλειν οἱ περὶ τὸν Ἄρατον, ἄνευ κινδύνου ποιήσεσθαι τὴν ἀπόλυσιν, ὁπόταν αὐτοῖς δοκῇ συμφέρειν.

οὗτοι μὲν οὖν τοιούτοις χρησάμενοι λογισμοῖς προῆγον, καὶ κατεστρατοπέδευσαν περὶ