Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ὅτι διὰ τὴν προϋπάρχουσαν τοῦ πλήθους πρὸς Φιλοποίμενα εὔνοιαν οὐ καθεῖλον τὰς εἰκόνας αὐτοῦ ἐν πόλεσί τισιν οὔσας· οὕτως μοι δοκεῖ πᾶν τὸ γινόμενον ἀληθινῶς ἐνεργάζεσθαί τινα δυσεξάλειπτον εὔνοιαν τοῖς εὖ παθοῦσι. —

διὸ καὶ δικαίως ἂν εἴποι τις τὸ περιφερόμενον,

οὐ θύρᾳ, τὸ δὴ λεγόμενον, ἀλλʼ ἀμφόδῳ διέψευσται. —

οὐσῶν δὲ πολλῶν μὲν εἰκόνων αὐτοῦ μεγάλων δὲ τιμῶν, ἃς αἱ πόλεις ἐψηφίσαντο, Ῥωμαῖος ἀνὴρ ἐν τοῖς περὶ Κόρινθον ἀτυχήμασι τῆς Ἑλλάδος ἐπεχείρησεν ἀνελεῖν ἁπάσας καὶ διώκειν αὐτόν, ἐνδεικνύμενος ὥσπερ ἔτι ζῶντα Ῥωμαίοις πολέμιον καὶ κακόνουν γενέσθαι. λόγων δὲ λεχθέντων καὶ Πολυβίου πρὸς τὸν συκοφάντην ἀντειπόντος, οὔθʼ ὁ Μόμμιος οὔτε οἱ πρέσβεις ὑπέμειναν ἀνδρὸς ἐνδόξου τιμὰς ἀφανίσαι. —

ἐπεβάλετο διδάσκειν διὰ πλειόνων ἀκολούθως τοῖς ἐν ἀρχαῖς ἡμῖν εἰρημένοις περὶ τἀνδρός.

ταῦτα δʼ ἦν ὅτι διαφέροιτο μὲν πρὸς Ῥωμαίους πολλάκις ὑπὲρ τῶν ἐπιταττομένων, διαφέροιτο δʼ ἐπὶ τοσοῦτον ἐφʼ ὅσον διδάσκειν καὶ πείθειν ὑπὲρ τῶν ἀμφισβητουμένων, οὐδὲ τοῦτο ποιεῖν εἰκῇ.

πεῖραν δὲ τῆς προαιρέσεως αὐτὸν ἀληθινὴν ἔφη καὶ τὸ δὴ λεγόμενον ἐκ πυρὸς παρεσχῆσθαι χάριν κατὰ τοὺς Φιλιππικοὺς καὶ κατὰ τοὺς Ἀντιοχικοὺς καιρούς·

πλείστην γὰρ ἔχοντα ῥοπὴν τότε τῶν Ἑλλήνων καὶ διὰ τὴν αὑτοῦ δύναμιν καὶ τὴν τῶν Ἀχαιῶν ἀληθινώτατα διατετηρηκέναι τὴν πρὸς Ῥωμαίους φιλίαν,

μετασχόντα τοῦ δόγματος τοῖς Ἀχαιοῖς, ἐν ᾧ τετραμήνῳ πρότερον τῆς Ῥωμαίων διαβάσεως Ἀντιόχῳ καὶ τοῖς Αἰτωλοῖς τὸν ἀπὸ τῆς χώρας πόλεμον ἐξήνεγκαν, τῶν ἄλλων Ἑλλήνων σχεδὸν ἁπάντων ἀπηλλοτριωμένων τῆς Ῥωμαίων φιλίας.

ὧν οἱ δέκα διακούσαντες καὶ τὴν προαίρεσιν ἀποδεξάμενοι τοῦ λέγοντος συνεχώρησαν καταμόνους αὐτῷ τὰς τιμὰς ὑπάρχειν ἐν πάσαις ταῖς πόλεσι.

λαβόμενος δὲ τῆς ἀφορμῆς ταύτης Πολύβιος τὰς εἰκόνας ᾐτήσατο τὸν στρατηγόν, καίπερ ἤδη μετακεκομισμένας εἰς Ἀκαρνανίαν ἐκ Πελοποννήσου, λέγω δὲ τὴν Ἀχαιοῦ καὶ τὴν Ἀράτου καὶ Φιλοποίμενος.

ἐν οἷς ἀγασθὲν τὸ πλῆθος αὐτοῦ τὴν προαίρεσιν ἔστησεν αὐτοῦ λιθίνην εἰκόνα. —