Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ὅτι περὶ Καρχηδονίων, ὅτε κατεπολέμησαν αὐτοὺς οἱ Ῥωμαῖοι, καὶ περὶ τῶν κατὰ τὸν Ψευδοφίλιππον κατὰ τὴν Ἑλλάδα πολλοὶ καὶ παντοῖοι διεφέροντο λόγοι, τὰς μὲν ἀρχὰς ὑπὲρ τῶν κατὰ Καρχηδονίους, μετὰ δὲ ταῦτα πάλιν ὑπὲρ τῶν κατὰ τὸν Ψευδοφίλιππον.

τὰ μὲν οὖν περὶ Καρχηδονίους ἀμφιδοξουμένας εἶχε τὰς ἀποφάσεις καὶ τὰς διαλήψεις·

ἔνιοι μὲν γὰρ συγκατῄνουν τοῖς Ῥωμαίοις, φάσκοντες αὐτοὺς φρονίμως καὶ πραγματικῶς βουλεύσασθαι περὶ τῆς δυναστείας·

τὸ γὰρ τὸν ἐπικρεμάμενον φόβον καὶ τὴν πολλάκις μὲν ἠμφισβητηκυῖαν πρὸς αὐτοὺς πόλιν ὑπὲρ τῆς ἡγεμονίας, ἔτι δὲ καὶ νῦν δυναμένην ἀμφισβητῆσαι σὺν καιρῷ, ταύτην ἐπανελομένους βεβαιῶσαι τῇ σφετέρᾳ πατρίδι τὴν ἀρχὴν νοῦν ἐχόντων εἶναι καὶ μακρὰν βλεπόντων ἀνθρώπων.

ἔνιοι δὲ τούτοις ἀντέλεγον, φάσκοντες οὐ ταύτην ἔχοντας αὐτοὺς τὴν προαίρεσιν κατεκτῆσθαι τὴν ἡγεμονίαν καὶ κατὰ μικρὸν εἰς τὴν Ἀθηναίων καὶ Λακεδαιμονίων ἐκτρέπεσθαι φιλαρχίαν καὶ βραδύτερον μὲν ἐκείνων ὁρμᾶν, ἥξειν δʼ ἐπὶ ταὐτὸ τέλος ἐκ τῶν προφαινομένων.

πρότερον μὲν γὰρ πᾶσι πεπολεμηκέναι μέχρι τοῦ κρατῆσαι καὶ συγχωρῆσαι τοὺς ἀντιταξαμένους ὅτι δεῖ πείθεσθαι σφίσι καὶ ποιεῖν τὸ παραγγελλόμενον·

νῦν δὲ προοίμιον μὲν ἐκτεθεῖσθαι τῆς ἰδίας προαιρέσεως τὰ κατὰ Περσέα, βαστάσαντας ἐκ ῥιζῶν τὴν Μακεδόνων βασιλείαν, τετελειωκέναι δὲ κατὰ τὸ παρὸν διὰ τῆς περὶ Καρχηδονίων διαλήψεως·

μηδενὸς γὰρ ἀνηκέστου γεγονότος ἐξ ἐκείνων, ἀνηκέστως καὶ βαρέως βεβουλεῦσθαι περὶ αὐτῶν, πᾶν ἀναδεχομένων καὶ πᾶν ὑπομενόντων ποιήσειν τὸ προσταττόμενον.

ἕτεροι δὲ καθόλου μὲν πολιτικὸν εἶναι τὸ Ῥωμαϊκὸν ἔθνος ἔφασαν καὶ τοῦτʼ ἴδιον εἶναι καὶ ἐπὶ τούτῳ σεμνύνεσθαι τοὺς Ῥωμαίους, ἐπὶ τῷ καὶ τοὺς πολέμους ἁπλῶς καὶ γενναίως πολεμεῖν, μὴ νυκτεριναῖς ἐπιθέσεσι χρωμένους μηδʼ ἐνέδραις, πᾶν δὲ τὸ διʼ ἀπάτης καὶ δόλου γινόμενον ἀποδοκιμάζοντας, μόνους δὲ τοὺς ἐκ προδήλου καὶ κατὰ πρόσωπον κινδύνους ὑπολαμβάνοντας αὑτοῖς καθήκειν.

νῦν δὲ πάντα περὶ τοὺς Καρχηδονίους διʼ ἀπάτης καὶ δόλου κεχειρικέναι, κατὰ βραχὺ τὸ μὲν προτείνοντας, τὸ δʼ ἐπικρυπτομένους, ἕως οὗ παρείλαντο πάσας τὰς ἐλπίδας τοῦ βοηθεῖν αὐτοῖς τοὺς συμμάχους.

τοῦτο δὲ μοναρχικῆς πραγματοποιίας οἰκεῖον εἶναι μᾶλλον ἢ πολιτικῆς καὶ Ῥωμαϊκῆς αἱρέσεως καὶ προσεοικὸς ἀσεβήματι καὶ παρασπονδήματι κατὰ τὸν ὀρθὸν λόγον. ἦσαν δέ τινες οἱ καὶ τούτοις ἀντιλέγοντες.

εἰ μὲν γὰρ πρὶν ἢ δοῦναι τοὺς Καρχηδονίους τὴν ἐπιτροπὴν αὑτῶν οὕτως ἐχείριζον τὰ πράγματα, κατὰ βραχὺ τὰ μὲν προτείνοντες, τὰ δὲ παραγυμνοῦντες, εἰκότως ἂν αὐτοὺς ἐνόχους

φαίνεσθαι τοῖς ἐγκαλουμένοις εἰ δὲ δόντων αὐτῶν τῶν Καρχηδονίων τὴν ἐπιτροπὴν ὥστε βουλεύεσθαι Ῥωμαίους ὅ, τι ποτὲ φαίνοιτο περὶ αὐτῶν, οὕτω κατὰ τὴν ἐξουσίαν, ὥς ποτε δοκοῖ σφίσι, τὸ κριθὲν ἐπέταττον καὶ παρήγγελλον, οὐκέτι τὸ γινόμενον ἀσεβήματι παραπλήσιον εἶναι καὶ μὴν οὐδὲ παρασπονδήματι μικροῦ δεῖν· ἔνιοι δʼ ἔφασαν οὐκ ἀδικήματι τὸ παράπαν·

τριῶν γὰρ οὐσῶν διαφορῶν, εἰς ἃς τὸ πᾶν ἔγκλημα φύσει καταντᾶν, εἰς οὐδεμίαν ἐμπίπτειν τούτων τὸ γινόμενον ὑπὸ Ῥωμαίων·

ἀσέβημα μὲν γὰρ εἶναι τὸ περὶ τοὺς θεοὺς καὶ τοὺς γονεῖς καὶ τοὺς τεθνεῶτας ἁμαρτάνειν, παρασπόνδημα δὲ τὸ παρὰ τὰς ἐνόρκους καὶ τὰς ἐγγράπτους ὁμολογίας πραττόμενον, ἀδίκημα δὲ τὸ παρὰ τοὺς νόμους καὶ τοὺς ἐθισμοὺς ἐπιτελούμενον·

ὧν οὐδὲν κατὰ τὸ παρὸν ἐνόχους εἶναι Ῥωμαίους· οὐ γὰρ εἰς τοὺς θεοὺς οὐδʼ εἰς τοὺς γονεῖς οὐδʼ εἰς τοὺς τεθνεῶτας ἐξαμαρτάνειν, οὐδὲ μὴν ὅρκους οὐδὲ συνθήκας παραβαίνειν, τὸ δʼ ἐναντίον αὐτοὺς ἐγκαλεῖν τοῖς Καρχηδονίοις ὅτι παραβεβήκασι.

καὶ μὴν οὐδὲ νόμους οὐδʼ ἐθισμοὺς οὐδὲ τὴν κατʼ ἰδίαν πίστιν ἀθετεῖν· λαβόντας γὰρ τὴν ἐπιτροπὴν παρʼ ἑκόντων ὃ βούλοιντο πράττειν, οὐ πειθαρχούντων τοῖς παραγγελλομένοις, οὕτως αὐτοῖς προσάγειν τὴν ἀνάγκην.