Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

Πολύβιος δʼ ὁ Μεγαλοπολίτης ἐν τετάρτῃ καὶ τριακοστῇ τῶν Ἱστοριῶν περὶ τῆς ἐν Ἰβηρίᾳ Λυσιτανίας χώρας διαλεγόμενός φησιν ὅτι βάλανοί εἰσι κατὰ βάθος ἐν τῇ αὐτόθι θαλάττῃ πεφυτευμέναι, ὧν τὸν καρπὸν σιτουμένους τοὺς θύννους πιαίνεσθαι.

διόπερ οὐκ ἂν ἁμάρτοι τις λέγων ὗς εἶναι θαλαττίους τοὺς θύννους. —

λέγει δʼ ὁ Πολύβιος καὶ μέχρι τῆς Λατίνης ἐκπίπτειν τὴν βάλανον ταύτην, εἰ μὴ ἄρα, φησί, καὶ ἡ Σαρδὼ φέρει καὶ ἡ πλησιόχωρος ταύτῃ. —

τὴν κατὰ Λυσιτανίαν —

χώρα δʼ ἐστὶν αὕτη τῆς Ἰβηρίας, ἣν νῦν Ῥωμαῖοι Σπανίαν ὀνομάζουσι — διηγούμενος εὐδαιμονίαν Πολύβιος ὁ Μεγαλοπολίτης --- ἐν τῇ τετάρτῃ καὶ τριακοστῇ τῶν Ἱστοριῶν φησιν ὡς αὐτόθι διὰ τὴν τοῦ ἀέρος εὐκρασίαν καὶ τὰ ζῷα πολύγονα καὶ οἱ ἄνθρωποι, καὶ οἱ ἐν τῇ χώρᾳ καρποὶ οὐδέποτε φθείρονται·

ῥόδα μὲν γὰρ αὐτόθι καὶ λευκόια καὶ ἀσπάραγοι καὶ τὰ παραπλήσια τούτοις οὐ πλεῖον διαλείπει μηνῶν τριῶν,

τὸ δὲ θαλάττιον ὄψον καὶ κατὰ τὸ πλῆθος καὶ κατὰ τὴν χρηστότητα καὶ κατὰ τὸ κάλλος μεγάλην ἔχει διαφορὰν πρὸς τὸ γινόμενον ἐν τῇ καθʼ ἡμᾶς θαλάττῃ.

καὶ ὁ μὲν τῶν κριθῶν Σικελικὸς μέδιμνός ἐστι δραχμῆς, ὁ δὲ τῶν πυρῶν ἐννέα ὀβολῶν Ἀλεξανδρεινῶν·

τοῦ δʼ οἴνου δραχμῆς ὁ μετρητὴς καὶ ἔριφος ὁ μέτριος ὀβολοῦ καὶ λαγώς. τῶν δʼ ἀρνῶν τριώβολον καὶ τετρώβολον ἡ τιμή. ὗς δὲ πίων ἑκατὸν μνᾶς ἄγων πέντε δραχμῶν καὶ πρόβατον δυεῖν. τάλαντον δὲ σύκων τριῶν ὀβολῶν,

μόσχος δραχμῶν πέντε καὶ βοῦς ζύγιμος δέκα.

τὰ δὲ τῶν ἀγρίων ζῴων κρέα σχεδὸν οὐδὲ κατηξιοῦτο τιμῆς, ἀλλʼ ἐν ἐπιδόσει καὶ χάριτι τὴν ἀλλαγὴν ποιοῦνται τούτων.