Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ὅτι οἱ Ῥόδιοι δυσθετούμενοι τοῖς συμβαίνουσιν εἰς παραλόγους τινὰς ἐνέπεσαν ὁρμὰς καὶ παρασκευὰς καὶ πρὸς παραπλησίαν διάθεσιν ἦλθον τοῖς ἐν ταῖς πολυχρονίοις ἀρρωστίαις δυσποτμοῦσι.

καὶ γὰρ ἐκεῖνοι πολλάκις, ἐπειδὰν πάντα ποιοῦντες κατὰ λόγον τῆς θεραπείας καὶ πειθαρχοῦντες τοῖς ἰατροῖς μὴ δύνωνται τῆς ἐπὶ τὸ βέλτιον προκοπῆς ἅψασθαι, δυσθετούμενοι τοῖς συμβαίνουσιν ἀποδυσπετεῖν ἀναγκάζονται, καὶ τινὲς μὲν θύταις καὶ μάντεσι προσέχειν, ἔνιοι δὲ πάσης ἐπῳδῆς καὶ παντὸς περιάμματος πεῖραν λαμβάνειν.

ὃ καὶ περὶ τοὺς Ῥοδίους συνέβαινε· πάντων γὰρ αὐτοῖς παρὰ δόξαν ἀπαντωμένων, ἠναγκάζοντο παντὶ τῷ λεγομένῳ προσέχειν καὶ πᾶσαν ἐλπίδα σωματοποιεῖν καὶ προσδέχεσθαι.

καὶ τοῦτʼ ἐδόκουν πάσχειν εἰκότως· ὅταν γὰρ μηδὲν ἀνύηται τῶν κατὰ λόγον, δέῃ δὲ κατʼ ἀνάγκην ἐνεργεῖσθαι τὸ συνεχές, ἀπάγκη πεῖραν λαμβάνειν καὶ τῶν παρὰ λόγον.

διὸ καὶ Ῥόδιοι ἐμπεσόντες εἰς τοιαύτην διάθεσιν ἐποίησάν τι τῶν γινομένων καὶ ὃν ἀπεδοκίμασαν ἄρχοντα, τοῦτον πάλιν εἵλοντο ἄρχοντα, καὶ ἄλλα τινὰ παράλογα.