Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ὅτι κατὰ τὸν καιρὸν τοῦτον οἱ Κρηταιεῖς πρεσβευτὰς ἀπέστειλαν πρὸς Ἀχαιοὺς ὑπὲρ βοηθείας τοὺς περὶ Ἀντιφάταν Τηλεμνάστου Γορτύνιον, παραπλησίως δὲ καὶ Ῥόδιοι τοὺς περὶ Θευφάνην.

οὔσης δὲ τῆς συνόδου τῶν Ἀχαιῶν ἐν Κορίνθῳ, καὶ διαλεγομένων τῶν πρεσβευτῶν ἑκατέρων ὑπὲρ τῆς βοηθείας, ἔρρεπον ταῖς γνώμαις οἱ πολλοὶ μᾶλλον ἐπὶ τοὺς Ῥοδίους,

ἐντρεπόμενοι καὶ τὸ τῆς πόλεως ἀξίωμα καὶ τὴν ὅλην αἵρεσιν τῆς πολιτείας καὶ τῶν ἀνδρῶν.

εἰς ἃ βλέπων Ἀντιφάτας ἐβουλήθη πάλιν ἐπεισελθεῖν, τοῦ δὲ στρατηγοῦ συγχωρήσαντος ἐχρήσατο λόγοις βαρυτέροις ἢ κατὰ Κρῆτα καὶ σπουδαιοτέροις·

καὶ γὰρ ἦν ὁ νεανίσκος οὐδαμῶς Κρητικός, ἀλλὰ πεφευγὼς τὴν Κρητικὴν ἀναγωγίαν.

διὸ καὶ συνέβαινε τοὺς Ἀχαιοὺς ἐπιδέχεσθαι τὴν παρρησίαν αὐτοῦ καὶ μᾶλλον ἔτι διὰ τὸ τὸν πατέρα τοῦ προειρημένου Τηλέμναστον μετὰ πεντακοσίων Κρητῶν ἐλθόντα συμπεπολεμηκέναι τὸν πρὸς Νάβιν πόλεμον εὐγενῶς αὐτοῖς.

πλὴν διακούσαντες οὐδὲν ἧττον ὁρμὴν εἶχον οἱ πολλοὶ τοῖς Ῥοδίοις βοηθεῖν, ἕως Καλλικράτης ὁ Λεοντήσιος ἀναστὰς οὐκ ἔφη δεῖν οὔτε πολεμεῖν οὐδενὶ χωρὶς τῆς Ῥωμαίων γνώμης οὔτε βοήθειαν πέμπειν οὐδενὶ κατʼ οὐδενός.

καὶ διὰ ταῦτα κατίσχυσε μένειν ἐπὶ τῶν ὑποκειμένων. —