Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ἐγένετο δέ τι περὶ τοὺς προειρημένους ἄξιον μνήμης.

ὁ μὲν γὰρ Λεπτίνης μετὰ τὸ προσενεγκεῖν Γναΐῳ τὰς χεῖρας εὐθέως ἐν τῇ Λαοδικείᾳ περιῄει φανερῶς, φάσκων δίκαια πεποιηκέναι καὶ μετὰ τῆς τῶν θεῶν γνώμης ταῦτα πεπραχέναι.

τοῦ δὲ Δημητρίου παραλαβόντος τὰ πράγματα, προσεπορεύετο τῷ βασιλεῖ, παρακαλῶν αὐτὸν μὴ δεδιέναι διὰ τὸν Γναΐου φόνον μηδὲ βουλεύεσθαι μηδὲν δυσχερὲς κατὰ τῶν Λαοδικέων·

αὐτὸς γὰρ εἰς τὴν Ῥώμην πορεύσεσθαι καὶ διδάξειν τὴν σύγκλητον ὅτι μετὰ τῆς τῶν θεῶν γνώμης ταῦτα πεποίηκεν.

καὶ πέρας διὰ τὴν ἑτοιμότητα καὶ προθυμίαν οὗτος μὲν ἄνευ δεσμῶν ἤχθη καὶ φυλακῆς,

ὁ δʼ Ἰσοκράτης ἐμπεσὼν εἰς τὴν αἰτίαν ὁλοσχερῶς παρεξέστη τῇ διανοίᾳ. τοῦ κλοιοῦ δʼ αὐτῷ περὶ τὸν τράχηλον περιτεθέντος καὶ τῆς ἁλύσεως, σπανίως μὲν καὶ τὴν τροφὴν προσίετο, τῆς δὲ τοῦ σώματος θεραπείας εἰς τέλος ἀπέστη.

διὸ καὶ παρεγένετʼ εἰς τὴν Ῥώμην θέαμα θαυμάσιον, εἰς ὃν ἀποβλέψας ἄν τις ὁμολογήσειεν διότι καὶ κατὰ σῶμα καὶ κατὰ ψυχὴν οὐδέν ἐστιν ἀνθρώπου φοβερώτερον, ὅταν ἅπαξ ἀποθηριωθῇ.

ἥ τε γὰρ ὄψις ἐκτόπως ἦν αὐτοῦ φοβερὰ καὶ θηριώδης, ὡς ἂν πλεῖον ἐνιαυτοῦ μὴ τὸν ῥύπον, μὴ τοὺς ὄνυχας, μὴ τὰς τρίχας ἀφῃρημένου,

τά τε κατὰ τὴν διάνοιαν ἐκ τῆς τῶν ὀμμάτων ἐμφάσεως καὶ κινήσεως τοιαύτην ἐποιεῖτο τὴν φαντασίαν ὥστε τὸν θεασάμενον πρὸς πᾶν ζῷον ἑτοιμότερον ἂν προσελθεῖν ἢ πρὸς ἐκεῖνον.

ὁ δὲ Λεπτίνης μένων ἐπὶ τῆς ἐξ ἀρχῆς προαιρέσεως εἴς τε τὴν σύγκλητον ἕτοιμος ἦν εἰσπορεύεσθαι πρός τε τοὺς ἐντυγχάνοντας ἁπλῶς ἀνθωμολογεῖτο περὶ τῆς πράξεως, καὶ προσδιωρίζετο μηδὲν αὑτῷ δυσχερὲς ἀπαντήσειν ὑπὸ Ῥωμαίων. καὶ τέλος εὐστόχησε τῆς ἐλπίδος·

ἡ γὰρ σύγκλητος, ὡς ἐμοὶ δοκεῖν, ὑπολαβοῦσα διότι δόξει τοῖς πολλοῖς ἔχειν τοῦ φόνου δίκην, ἐὰν τοὺς αἰτίους παραλαβοῦσα τιμωρήσηται, τούτους μὲν οὐ προσεδέξατο μικροῦ δεῖν, ἐτήρει δὲ τὴν αἰτίαν ἀκέραιον,

ὥστʼ ἔχειν ἐξουσίαν, ὅτε βουληθείη, χρήσασθαι τοῖς ἐγκλήμασι.

διὸ καὶ τὴν ἀπόκρισιν ἔδωκε τοιαύτην τῷ Δημητρίῳ, διότι τεύξεται τῶν φιλανθρώπων, ἐὰν τὸ ἱκανὸν ποιῇ τῇ συγκλήτῳ κατὰ τὴν τῆς ἀρχῆς ἐξουσίαν. —

ἧκον δὲ καὶ παρὰ τῶν Ἀχαιῶν πρέσβεις οἱ περὶ Ξένωνα καὶ Τηλεκλῆν ὑπὲρ τῶν κατῃτιαμένων, καὶ μάλιστα τοῦ Πολυβίου καὶ τοῦ Στρατίου χάριν·

τοὺς μὲν γὰρ λοιποὺς σχεδὸν ἅπαντας ὁ χρόνος ἤδη καταναλώκει, τούς γε δὴ καὶ μνήμης ἀξίους.

παρῆσαν δʼ οἱ πρέσβεις ἐντολὰς ἔχοντες ἁπλῶς ἀξιωματικὰς χάριν τοῦ πρὸς μηδὲν ἀντιφιλονικεῖν τῇ συγκλήτῳ.

εἰσπορευθέντων δὲ καὶ ποιησαμένων τοὺς ἁρμόζοντας λόγους, οὐδʼ ὣς οὐδὲν ἠνύσθη, τὸ δʼ ἐναντίον ἔδοξε τῇ συγκλήτῳ μένειν ἐπὶ τῶν ὑποκειμένων.