Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

μετὰ δʼ ἔτη δύο μεταλλάξαντος τοῦ κατὰ φύσιν πατρὸς αὐτοῦ Λευκίου καὶ καταλιπόντος κληρονόμους τῆς οὐσίας αὐτόν τε καὶ τὸν ἀδελφὸν Φάβιον, καλόν τι καὶ μνήμης ἄξιον ἐποίησεν.

ὁ γὰρ Λεύκιος ὑπάρχων ἄτεκνος διὰ τὸ τοὺς μὲν εἰς ἑτέρας οἰκίας ἐκδεδόσθαι, τοὺς δʼ ἄλλους υἱούς, οὓς ἔτρεφε διαδόχους [καὶ] τοῦ γένους, πάντας μετηλλαχέναι, τούτοις ἀπέλιπε τὴν οὐσίαν.

ὁ δὲ Σκιπίων θεωρῶν αὑτοῦ τὸν ἀδελφὸν καταδεέστερον ὄντα τοῖς ὑπάρχουσιν ἐξεχώρησε πάντων τῶν ὑπαρχόντων, οὔσης τῆς ὅλης τιμήσεως ὑπὲρ ἑξήκοντα τάλαντα, διὰ τὸ μέλλειν οὕτως ἴσον ὑπάρχειν αὐτῷ κατὰ τὴν οὐσίαν τὸν Φάβιον.

γενομένου δὲ τούτου περιβοήτου, προσέθηκεν ἕτερον τούτῳ δεῖγμα τῆς αὑτοῦ προαιρέσεως ἐμφανέστερον·

βουλομένου γὰρ τἀδελφοῦ μονομαχίας ἐπὶ τῷ πατρὶ ποιεῖν, οὐ δυναμένου δὲ δέξασθαι τὴν δαπάνην διὰ τὸ πλῆθος τῶν ἀναλισκομένων χρημάτων, καὶ ταύτης τὴν ἡμίσειαν εἰσήνεγκεν ὁ Σκιπίων ἐκ τῆς ἰδίας οὐσίας.

ἔστι δʼ οὐκ ἐλάττων ἡ σύμπασα τριάκοντα ταλάντων, ἐάν τις μεγαλομερῶς ποιῇ.

φήμης περὶ αὐτοῦ διαδιδομένης, μετήλλαξεν ἡ μήτηρ.

ὁ δὲ τοσοῦτον ἀπέσχε τοῦ κομίσασθαί τι ὧν πρότερον ἐδωρήσατο, περὶ ὧν ἀρτίως εἶπον, ὥστε καὶ ταῦτα καὶ τὴν λοιπὴν οὐσίαν τὴν τῆς μητρὸς ἅπασαν ἀπέδωκε ταῖς ἀδελφαῖς, ἧς οὐδὲν αὐταῖς προσῆκε κατὰ τοὺς νόμους.

διὸ πάλιν τῶν ἀδελφῶν παραλαβουσῶν τὸν ἐν ταῖς ἐξόδοις κόσμον καὶ τὴν περίστασιν τὴν τῆς Αἰμιλίας, πάλιν ἐκαινοποιήθη τὸ μεγαλόψυχον καὶ φιλοίκειον τῆς τοῦ Σκιπίωνος προαιρέσεως.

ταῦτα μὲν οὖν προκατεσκευασμένος ἐκ τῆς πρώτης ἡλικίας Πόπλιος Σκιπίων προῆλθε πρὸς τὸ φιλοδοξεῖν σωφροσύνῃ καὶ καλοκἀγαθίᾳ.

εἰς ἣν ἴσως ἑξήκοντα τάλαντα δαπανήσας, τοσαῦτα γὰρ ἦν προειμένος τῶν ἰδίων, ὁμολογουμένην ἔσχε τὴν ἐπὶ καλοκἀγαθίᾳ φήμην, οὐχ οὕτω τῷ πλήθει τῶν χρημάτων τὸ προκείμενον κατεργασάμενος ὡς τῷ καιρῷ τῆς δόσεως καὶ τῷ χειρισμῷ τῆς χάριτος.

τὴν δὲ σωφροσύνην περιεποιήσατο δαπανήσας μὲν οὐδέν, πολλῶν δὲ καὶ ποικίλων ἡδονῶν ἀποσχόμενος προσεκέρδανε τὴν σωματικὴν ὑγίειαν καὶ τὴν εὐεξίαν,

ἥτις αὐτῷ παρʼ ὅλον τὸν βίον παρεπομένη πολλὰς ἡδονὰς καὶ καλὰς ἀμοιβὰς ἀπέδωκεν ἀνθʼ ὧν πρότερον ἀπέσχετο τῶν προχείρων ἡδονῶν.