Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ὅτι μετὰ τὸ μερίσαι τοὺς Πτολεμαίους τὴν βασιλείαν παρεγένετο Πτολεμαῖος ὁ νεώτερος εἰς τὴν Ῥώμην, ἀθετεῖν βουλόμενος τὸν γεγονότα μερισμὸν αὐτῷ πρὸς τὸν ἀδελφόν,

φάσκων οὐχ ἑκών, ἀλλὰ κατʼ ἀνάγκην τῷ καιρῷ περιληφθεὶς πεποιηκέναι τὸ προσταττόμενον.

καὶ παρεκάλει τὴν σύγκλητον μερίσαι τὴν Κύπρον αὑτῷ· καὶ γὰρ τούτου γενομένου καταδεεστέραν ἕξειν μερίδα τἀδελφοῦ παρὰ πολύ.

τῶν δὲ περὶ τὸν Κανολήιον καὶ Κόιντον ἀπομαρτυρούντων τοῖς περὶ τὸν Μένυλλον, τοῖς παρὰ τοῦ πρεσβυτέρου παραγεγονόσι πρεσβευταῖς, διότι καὶ τὴν Κυρήνην ὁ νεώτερος καὶ τὸ πνεῦμα διʼ αὐτοὺς ἔχοι· τοιαύτην γενέσθαι τὴν τῶν ὄχλων πρὸς αὐτὸν ἀλλοτριότητα καὶ προσκοπήν·

διὸ καὶ παρʼ ἐλπίδα καὶ παραδόξως δεδομένων αὐτῷ τῶν κατὰ Κυρήνην πραγμάτων ἀσμένως δέξαιτο, καὶ σφαγίων τμηθέντων καὶ λάβοι τοὺς ὅρκους παρὰ τἀδελφοῦ καὶ δοίη περὶ τούτου·

τοῦ δὲ Πτολεμαίου πᾶσι τούτοις ἀντιλέγοντος, ἡ σύγκλητος, ἅμα μὲν ὁρῶσα τὸν μερισμὸν γεγονότα τελέως, ἅμα δὲ βουλομένη διελεῖν τὴν βασιλείαν πραγματικῶς, αὐτῶν αἰτίων γενομένων τῆς διαιρέσεως, συγκατέθετο τοῖς ὑπὸ τοῦ νεωτέρου παρακαλουμένοις ἐπὶ τῷ σφετέρῳ συμφέροντι.

πολὺ γὰρ ἤδη τοῦτο τὸ γένος ἐστὶ τῶν διαβουλίων παρὰ Ῥωμαίοις, ἐν οἷς διὰ τῆς τῶν πέλας ἀγνοίας αὔξουσι καὶ κατασκευάζονται τὴν ἰδίαν ἀρχὴν πραγματικῶς, ἅμα χαριζόμενοι καὶ δοκοῦντες εὐεργετεῖν τοὺς ἁμαρτάνοντας.

διὸ καὶ καθορῶντες τὸ μέγεθος τῆς ἐν Αἰγύπτῳ δυναστείας καὶ δεδιότες, ἄν ποτε τύχῃ προστάτου, μὴ μεῖζον φρονήσῃ τοῦ καθήκοντος,

κατέστησαν πρεσβευτὰς Τίτον Τορκουᾶτον καὶ Γνάιον Μερόλαν τοὺς κατάξοντας ἐπὶ τὴν Κύπρον τὸν Πτολεμαῖον καὶ τελειώσοντας ἅμα τὴν ἐκείνων καὶ τὴν αὑτῶν πρόθεσιν.

καὶ παραχρῆμα τούτους ἐξαπέστειλαν, δόντες ἐντολὰς διαλῦσαι τοὺς ἀδελφοὺς καὶ κατασκευάσαι τῷ νεωτέρῳ τὴν Κύπρον χωρὶς πολέμου. —