Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ἤδη δὲ τούτου τὰς ἀποκρίσεις εἰληφότος, προσέπεσε παραγίνεσθαι τὸν Εὐμένη.

τοῦτο δὲ τὸ πρᾶγμα πολλὴν ἀπορίαν παρέσχε τοῖς ἐν τῷ συνεδρίῳ· διαβεβλημένοι γὰρ πρὸς αὐτὸν καὶ διαλήψεις ἀμεταθέτους ἔχοντες οὐκ ἐβούλοντο κατʼ οὐδένα τρόπον ἐμφανίζειν αὑτούς.

πᾶσι γὰρ ἀναδεδειχότες πρῶτον καὶ μέγιστον φίλον τὸν βασιλέα τοῦτον ἔμελλον εἰς ὄψιν ἐλθόντες καὶ προσδεξάμενοι δικαιολογίαν, εἰ μὲν τὸ δοκοῦν ἀποκριθεῖεν ἀκολουθοῦντες ταῖς ἰδίαις διαλήψεσιν, ἐκθεατριεῖν αὑτούς, εἰ τοιοῦτον ἄνθρωπον ἐπὶ τοσοῦτον ἐξετίμησαν ἐν τοῖς ἀνώτερον χρόνοις,

εἰ δὲ δουλεύοντες τῇ τῶν ἐκτὸς φαντασίᾳ φιλανθρώπως ἀποκριθεῖεν, παρόψεσθαι τὴν ἀλήθειαν καὶ τὸ τῇ πατρίδι συμφέρον.

διόπερ ἐξ ἑκατέρας τῆς ἀποφάσεως μέλλοντος ἀπιθάνου τινὸς αὐτοῖς ἐξακολουθήσειν, εὕροντο λύσιν τοῦ προβλήματος τοιαύτην.

ὡς γὰρ καθόλου δυσαρεστούμενοι ταῖς τῶν βασιλέων ἐπιδημίαις δόγμα τι τοιοῦτον ἐξέβαλον, μηδένα βασιλέα παραγίνεσθαι πρὸς αὑτούς.

μετὰ δὲ ταῦτα πυθόμενοι τὸν Εὐμένη καταπεπλευκέναι τῆς Ἰταλίας εἰς Βρεντέσιον ἐπαπέστειλαν τὸν ταμίαν φέροντα τὸ δόγμα καὶ κελεύσοντα λέγειν πρὸς αὑτόν, εἴ τι τυγχάνει τῆς συγκλήτου χρείαν ἔχων·

εἰ δὲ μηδενὸς δεῖται, παραγγελοῦντα τὴν ταχίστην αὐτὸν ἐκ τῆς Ἰταλίας ἀπαλλάττεσθαι.

ὁ δὲ βασιλεύς, συμμίξαντος αὐτῷ τοῦ ταμίου, γνοὺς τὴν τῆς συγκλήτου προαίρεσιν εἰς τέλος ἀπεσιώπησεν, οὐδενὸς φήσας προσδεῖσθαι.

καὶ δὴ τούτῳ τῷ τρόπῳ συνέβη τὸν Εὐμένη κωλυθῆναι τῆς εἰς τὴν Ῥώμην ἀναβάσεως.

συνηκολουθήκει δὲ καὶ ἕτερόν τι πραγματικὸν τούτῳ τῷ διαβουλίῳ.

μεγάλου γὰρ ὑπὸ τῶν Γαλατῶν ἐπικρεμαμένου κινδύνου τῇ βασιλείᾳ, προφανὲς ἦν ὅτι διὰ τὸν σκυβαλισμὸν τοῦτον οἱ μὲν τοῦ βασιλέως σύμμαχοι ταπεινωθήσονται πάντες, οἱ δὲ Γαλάται διπλασίως ἐπιρρωσθήσονται πρὸς τὸν πόλεμον.

διὸ πάντῃ πάντως βουλόμενοι ταπεινοῦν αὐτὸν ἐπὶ ταύτην κατηνέχθησαν τὴν γνώμην.

τούτων δὲ γινομένων ἔτι κατʼ ἀρχὰς τοῦ χειμῶνος, λοιπὸν ἡ σύγκλητος ἅπασιν τοῖς παραγεγονόσι κατὰ πρεσβείαν·

οὐ γὰρ ἦν οὔτε πόλις οὔτε δυνάστης οὔτε βασιλεὺς ὃς οὐκ ἀπεστάλκει πρεσβείαν κατʼ ἐκεῖνον τὸν καιρὸν τὴν συγχαρησομένην ἐπὶ τοῖς γεγονόσιν·

οἷς ἅπασιν οἰκείως ἀπήντησε καὶ φιλανθρώπως πλὴν τῶν Ῥοδίων.

τούτους δὲ παρέπεμπε ποικίλας ἐμφάσεις ποιοῦσα περὶ τοῦ μέλλοντος. ἐπείχετο δὲ καὶ τὰ κατὰ τοὺς Ἀθηναίους. —