Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

καὶ χειρῶν πλῆθος. διόπερ κατὰ τοὺς ἑξῆς χρόνους ἀντιπαρῆγεν τοῖς πολεμίοις ἀεὶ καὶ τοὺς εὐκαίρους προκατελάμβανε τόπους κατὰ τὴν ἐμπειρίαν.

ἔχων δὲ κατὰ νώτου τὰς χορηγίας ἀφθόνους οὐδέποτε τοὺς στρατιώτας ἠφίει προνομεύειν οὐδὲ χωρίζεσθαι καθάπαξ ἐκ τοῦ χάρακος, ἅθρους δʼ ἀεὶ καὶ συνεστραμμένους τηρῶν ἐφήδρευε τοῖς τόποις καὶ καιροῖς.

καὶ πολλοὺς τῶν πολεμίων ἀποσπωμένους ἀπὸ τῆς ἰδίας παρεμβολῆς ἐπὶ τὰς προνομὰς διὰ τὸ καταφρονεῖν ὑποχειρίους ἐλάμβανε καὶ κατέφθειρε τῷ τοιούτῳ τρόπῳ.

ταῦτα δʼ ἐποίει, βουλόμενος ἅμα μὲν ἀφʼ ὡρισμένου πλήθους ἐλαττοῦν ἀεὶ τοὺς ὑπεναντίους, ἅμα δὲ τὰς τῶν ἰδίων δυνάμεων ψυχὰς προηττημένας τοῖς ὅλοις διὰ τῶν κατὰ μέρος προτερημάτων κατὰ βραχὺ σωματοποιεῖν καὶ προσαναλαμβάνειν.

εἰς ὁλοσχερῆ δὲ κρίσιν ἐξ ὁμολόγου συγκαταβαίνειν οὐδαμῶς οἷός τʼ ἦν.

οὐ μὴν Μάρκῳ γε τῷ συνάρχοντι τούτων οὐδὲν ἤρεσκεν. σύμψηφον δὲ τοῖς ὄχλοις ποιῶν αὑτὸν τὸν μὲν Φάβιον κατελάλει πρὸς πάντας, ὡς ἀγεννῶς χρώμενον τοῖς πράγμασιν καὶ νωθρῶς, αὐτὸς δὲ πρόθυμος ἦν παραβάλλεσθαι καὶ διακινδυνεύειν.

οἱ δὲ Καρχηδόνιοι καταφθείραντες τοὺς προειρημένους τόπους ὑπερέβαλον τὸν Ἀπεννῖνον καὶ κατάραντες εἰς τὴν Σαυνῖτιν χώραν, οὖσαν εὐδαίμονα καὶ πολλῶν χρόνων ἀπολέμητον, ἐν τοιαύτῃ περιουσίᾳ τῶν ἐπιτηδείων ἦσαν ὥστε μήτε χρωμένους μήτε καταφθείροντας ἀνύειν δύνασθαι τὰς λείας. κατέδραμον δὲ καὶ τὴν Οὐενοαντανήν,

Ῥωμαίων ἀποικίαν ὑπάρχουσαν· εἷλον δὲ καὶ πόλιν Οὐενουσίαν, ἀτείχιστον οὖσαν καὶ πολλῆς καὶ παντοδαπῆς ἀποσκευῆς γέμουσαν.

οἱ δὲ Ῥωμαῖοι κατόπιν μὲν εἵποντο συνεχῶς, μιᾶς καὶ δυεῖν ἡμερῶν ὁδὸν ἀπέχοντες, ἐγγίζειν γε μὴν καὶ συμπλέκεσθαι τοῖς πολεμίοις οὐχ οἷοί τʼ ἦσαν.

διόπερ Ἀννίβας ὁρῶν τὸν Φάβιον φυγομαχοῦντα μὲν προδήλως τοῖς δʼ ὅλοις οὐκ ἐκχωροῦντα τῶν ὑπαίθρων, ὥρμησε τολμηρῶς εἰς τὰ περὶ Καπύην πεδία, καὶ τούτων εἰς τὸν προσαγορευόμενον Φάλερνον τόπον,

πεπεισμένος δυεῖν θάτερον, ἢ μάχεσθαι τοὺς πολεμίους ἀναγκάσειν ἢ πᾶσι δῆλον ποιήσειν ὅτι κρατεῖ τῶν ὅλων καὶ παραχωροῦσι Ῥωμαῖοι τῶν ὑπαίθρων αὐτοῖς.

οὗ γενομένου καταπλαγείσας ἤλπιζε τὰς πόλεις ὁρμήσειν πρὸς τὴν ἀπὸ Ῥωμαίων ἀπόστασιν.

ἕως γὰρ τότε δυσὶ μάχαις ἤδη λελειμμένων αὐτῶν οὐδεμία πόλις ἀπέστη τῶν κατὰ τὴν Ἰταλίαν πρὸς Καρχηδονίους, ἀλλὰ διετήρουν τὴν πίστιν, καίπερ ἔνιαι πάσχουσαι κακῶς.

ἐξ ὧν καὶ παρασημήναιτʼ ἄν τις τὴν κατάπληξιν καὶ καταξίωσιν παρὰ τοῖς συμμάχοις τοῦ Ῥωμαίων πολιτεύματος.