Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

μετὰ δὲ ταύτας ἑτέρας ποιοῦνται συνθήκας, ἐν αἷς προσπεριειλήφασι Καρχηδόνιοι Τυρίους καὶ τὸν Ἰτυκαίων δῆμον.

πρόσκειται δὲ καὶ τῷ Καλῷ ἀκρωτηρίῳ Μαστία Ταρσήιον· ὧν ἐκτὸς οἴονται δεῖν Ῥωμαίους μήτε λῄζεσθαι μήτε πόλιν κτίζειν.

εἰσὶ δὲ τοιαίδε τινές· ‘ἐπὶ τοῖσδε φιλίαν εἶναι Ῥωμαίοις ‘καὶ τοῖς Ῥωμαίων συμμάχοις καὶ Καρχηδονίων ‘καὶ Τυρίων καὶ Ἰτυκαίων δήμῳ καὶ τοῖς τούτων "

1συμμάχοις. τοῦ Καλοῦ ἀκρωτηρίου, Μαστίας Ταρ‘σηίου, μὴ λῄζεσθαι ἐπέκεινα Ῥωμαίους μηδʼ ἐμ"

1πορεύεσθαι μηδὲ πόλιν κτίζειν. ἐὰν δὲ Καρχη‘δόνιοι λάβωσιν ἐν τῇ Λατίνῃ πόλιν τινὰ μὴ οὖσαν ‘ὑπήκοον Ῥωμαίοις, τὰ χρήματα καὶ τοὺς ἄνδρας "

1ἐχέτωσαν, τὴν δὲ πόλιν ἀποδιδότωσαν. ἐὰν δέ ‘τινες Καρχηδονίων λάβωσί τινας, πρὸς οὓς εἰρήνη ‘μέν ἐστιν ἔγγραπτος Ῥωμαίοις, μὴ ὑποτάττονται ‘δέ τι αὐτοῖς, μὴ καταγέτωσαν εἰς τοὺς Ῥωμαίων ‘λιμένας· ἐὰν δὲ καταχθέντος ἐπιλάβηται ὁ Ῥω"

1μαῖος, ἀφιέσθω. ὡσαύτως δὲ μηδʼ οἱ Ῥωμαῖοι "

1ποιείτωσαν. ἂν ἔκ τινος χώρας, ἧς Καρχηδόνιοι ‘ἐπάρχουσιν, ὕδωρ ἢ ἐφόδια λάβῃ ὁ Ῥωμαῖος, μετὰ ‘τούτων τῶν ἐφοδίων μὴ ἀδικείτω μηδένα πρὸς "

1οὓς εἰρήνη καὶ φιλία ἐστὶ Καρχηδονίοις. ὡσαύ"

1τως δὲ μηδʼ ὁ Καρχηδόνιος ποιείτω. εἰ δέ, μὴ ‘ἰδίᾳ μεταπορευέσθω· ἐὰν δέ τις τοῦτο ποιήσῃ, "

1δημόσιον γινέσθω τὸ ἀδίκημα. ἐν Σαρδόνι καὶ ‘Λιβύῃ μηδεὶς Ῥωμαίων μήτʼ ἐμπορευέσθω μήτε ‘πόλιν κτιζέτω, εἰ μὴ ἕως τοῦ ἐφόδια λαβεῖν ‘ἢ πλοῖον ἐπισκευάσαι. ἐὰν δὲ χειμὼν κατενέγκῃ, "

1ἐν πένθʼ ἡμέραις ἀποτρεχέτω. ἐν Σικελίᾳ ἧς ‘Καρχηδόνιοι ἐπάρχουσι καὶ ἐν Καρχηδόνι πάντα ‘καὶ ποιείτω καὶ πωλείτω ὅσα καὶ τῷ πολίτῃ ἔξ"

1εστιν. ὡσαύτως δὲ καὶ ὁ Καρχηδόνιος ποιείτω ἐν ‘Ῥώμῃ.’

πάλιν ἐν ταύταις ταῖς συνθήκαις τὰ μὲν κατὰ Λιβύην καὶ Σαρδόνα προσεπιτείνουσιν ἐξιδιαζόμενοι καὶ πάσας ἀφαιρούμενοι τὰς ἐπιβάθρας Ῥωμαίων,

περὶ δὲ Σικελίας τἀναντία προσδιασαφοῦσι, περὶ τῆς ὑπʼ αὐτοὺς ταττομένης.

ὁμοίως δὲ καὶ Ῥωμαῖοι περὶ τῆς Λατίνης· οὐκ οἴονται δεῖν τοὺς Καρχηδονίους ἀδικεῖν Ἀρδεάτας, Ἀντιάτας, Κιρκαιίτας, Ταρρακινίτας. αὗται δʼ εἰσὶν αἱ πόλεις αἱ περιέχουσαι παρὰ θάλατταν τὴν Λατίνην χώραν, ὑπὲρ ἧς ποιοῦνται τὰς συνθήκας.