Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ὑπὲρ ὧν ἔγωγε διηπόρηκα τί δεῖ ποιεῖν· τό τε γὰρ γράφειν κατὰ μέρος ὑπὲρ τοιούτων ἀκριβολογούμενον ἃ διʼ ἀπορρήτων πρὸς αὑτοὺς οἱ βασιλεῖς ἔπραττον εὐεπίληπτον ἐφαίνετο καὶ τελέως ἐπισφαλές,

τό τε παρασιωπῆσαι πάλιν ὁλοσχερῶς τὸ δοκοῦν πραγματικώτατον ἐν τῷ πολέμῳ τούτῳ γεγονέναι, καὶ διʼ οὗ πολλὰ τῶν ὕστερον ἀπορουμένων γνωρίμους ἔσχε τὰς αἰτίας, τελέως τινὸς ἀργίας ἐδόκει μοι σημεῖον εἶναι καὶ τῆς πάσης ἀτολμίας·

οὐ μὴν ἀλλὰ κατηνέχθην ἐπὶ τὸ γράφειν κεφαλαιωδῶς τὸ δοκοῦν, καὶ διʼ ὧν εἰκότων καὶ σημείων ἐπὶ ταύτης ἐγενόμην τῆς γνώμης, ὑπάρχων κατὰ τοὺς αὐτοὺς καιροὺς καὶ μᾶλλον ἑτέρων ἐκπληττόμενος ἕκαστα τῶν γενομένων.