Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

πάλιν ἕτεροι περὶ τοῦ Συριακοῦ πολέμου· τούτου δʼ αἴτιόν ἐστιν ὅπερ ἡμῖν εἴρηται διὰ πλειόνων.

ὅταν γὰρ ἁπλᾶς καὶ μονοειδεῖς λαβόντες ὑποθέσεις βούλωνται μὴ τοῖς πράγμασιν, ἀλλὰ τῷ πλήθει τῶν βύβλων ἱστοριογράφοι νομίζεσθαι καὶ τὴν τοιαύτην ἐφέλκεσθαι φαντασίαν, ἀναγκαῖόν ἐστι τὰ μὲν μικρὰ μεγάλα ποιεῖν,

τὰ δὲ βραχέως εἰρημένα διασκευάζειν καὶ λογοποιεῖν, ἔνια δὲ τῶν ἐν παρέργῳ πεπραγμένων ἔργα καὶ πράγματα κατασκευάζειν, ἀγῶνας διατιθεμένους καὶ παρατάξεις ἐξαγγέλλοντας, ἐν αἷς ἐνίοτε πεζοὶ μὲν ἔπεσον δέκα, ποτὲ δὲ μικρῷ πλείους, ἱππεῖς δʼ ἔτι τούτων ἐλάττους.

πολιορκίας μὲν γὰρ καὶ τοπογραφίας καὶ τὰ παραπλήσια τούτοις οὐκ ἂν εἴποι τις ἀξίως ἐφʼ ὅσον ἐξεργάζονται διὰ τὴν ἀπορίαν τῶν πραγμάτων.

περὶ δὲ τοὺς τὰ καθόλου γράφοντας ἐναντίος ἐστὶν ὁ τρόπος·

διόπερ οὐ χρὴ καταγινώσκειν ὡς ἡμῶν ἐπισυρόντων τὰς πράξεις, ὅταν τὰ παρʼ ἐνίοις πολλοῦ τετευχότα λόγου καὶ διασκευῆς ἡ?μ?ε?ῖ?σ? ποτὲ μὲν παραλείπωμεν, ποτὲ δὲ βραχέως ἐξαγγέλλωμεν, ἀλλὰ πιστεύειν ὅτι τὸν καθήκοντα λόγον ἑκάστοις ἀποδίδομεν.

ἐκεῖνοι μὲν γὰρ ὅταν ἐν τῇ συμπάσῃ πραγματείᾳ λόγου χάριν Φανοτείας καὶ Κορωνείας καὶ --- ε --- οῦ πολιορκίαν γράφωσιν, ἀναγκάζονται πάσας τὰς τῆς πολιορκίας ἐπινοίας καὶ τόλμας καὶ διαθέσεις ἐκτίθεσθαι,

πρὸς δὲ τούτοις Τάραντος κατάληψιν, Κορίνθου [πολιορκίαν], Σάρδεων, Γάζης, Βάκτρων, ἐπὶ πᾶσι Καρχηδόνος πολιορκίαν διατρίβειν καὶ προστιθέναι παρʼ αὑτῶν, ἀλλʼ οὐ παντάπασιν εὐδοκεῖν ἐὰν ψιλῶς περὶ τῶν τοιούτων αὐτὸν τὸν ἀληθῆ καὶ κύριον ἀποδιδῶμεν λόγον.

ἡ δʼ αὐτὴ καὶ περὶ παρατάξεων ἡμῖν ἔστω καὶ δημηγοριῶν ἀπόφασις, παραπλησίως δὲ καὶ τῶν ἄλλων μερῶν τῆς ἱστορίας·

ἐν οἷς ἅπασι πολλῆς ἂν δικαίως τυγχάνοιμεν συγγνώμης, ὁμοίως δὲ καὶ περὶ τῶν λέγεσθαι μελλόντων, . οι?ον ει τ?--- φανείημεν ἢ λήμμασι χρώμενοι τοῖς αὐτοῖς ἢ χειρισμῷ πραγμάτων ἢ τοῖς τῆς λέξεως ῥήμασι·

πρὸς δὲ τούτοις ἐάν που παραπίπτωμεν ἐν ὀνομασίαις ὀρῶν ἢ ποταμῶν ἢ τόπων ἰδιότησι· τὸ γὰρ μέγεθος τῆς πραγματείας ἱκανόν ἐστιν ἡμᾶς ἐν ἅπασι τούτοις παραιτεῖσθαι·

πλὴν ἐάν που κατὰ πρόθεσιν ἢ κέρδους τινὸς ἕνεκεν εὑρισκώμεθα ψευδογραφοῦντες· τοῦτο γὰρ οὐ παραιτούμεθα, καθάπερ ἤδη καὶ πλεονάκις ἐν τῇ πραγματείᾳ περὶ τούτου τοῦ μέρους διεστάλμεθα. —