Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ὅτι κατὰ τὰς αὐτὰς ἡμέρας κατέπλευσαν ἐκ Ῥόδου πρέσβεις εἰς τὴν Ἀλεξάνδρειαν ἐπὶ τὰς διαλύσεις οἱ περὶ Πράξωνα καὶ μετʼ οὐ πολὺ παρῆσαν εἰς τὴν παρεμβολὴν πρὸς Ἀντίοχον.

γενομένης δὲ τῆς ἐντεύξεως, πολλοὺς διετίθεντο λόγους, τήν τε τῆς ἰδίας πατρίδος εὔνοιαν προφερόμενοι πρὸς ἀμφοτέρας τὰς βασιλείας καὶ τὴν αὐτῶν τῶν βασιλέων ἀναγκαιότητα πρὸς ἀλλήλους καὶ τὸ συμφέρον ἑκατέροις ἐκ τῆς διαλύσεως.

ὁ δὲ βασιλεὺς ἔτι λέγοντα τὸν πρεσβευτὴν ἐπιτεμὼν οὐκ ἔφη προσδεῖσθαι πολλῶν λόγων.

τὴν μὲν γὰρ βασιλείαν εἶναι Πτολεμαίου τοῦ πρεσβυτέρου, πρὸς δὲ τοῦτον καὶ διαλελύσθαι πάλαι καὶ φίλους ὑπάρχειν, καὶ νῦν βουλομένων τῶν ἐν τῇ πόλει κατάγειν τοῦτον μὴ κωλύειν Ἀντίοχον.

καὶ δὴ πεποίηκεν.