Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ὅτι Εὐλαῖος ὁ εὐνοῦχος ἔπεισε Πτολεμαῖον ἀναλαβόντα τὰ χρήματα, τὴν βασιλείαν προιέμενον τοῖς ἐχθροῖς, ὑποχωρεῖν εἰς Σαμοθρᾴκην·

ἐφʼ ἃ τίς οὐκ ἂν ἐπιστήσας ὁμολογήσειεν ὅτι μέγιστα κακὰ ποιοῦσιν αἱ κακαὶ συντροφίαι τοὺς ἀνθρώπους;

τὸ γὰρ μηδʼ, ἐκτὸς γενόμενον τῶν δεινῶν καὶ τοσοῦτον τόπον ἀποστάντα τῶν ἐχθρῶν, ὁρμῆσαι πρός τι τῶν καθηκόντων, ἄλλως τε καὶ τηλικαύτας ἀφορμὰς ἔχοντα καὶ τοιούτων τόπων κυριεύοντα καὶ τοσούτων πληθῶν, ἀλλʼ εὐθέως αὐτόθεν ἀκονιτὶ παραχωρῆσαι βασιλείας τῆς ἐπιφανεστάτης καὶ μακαριωτάτης, πῶς οὐκ ἄν τις εἶναι φήσειε ψυχῆς ἐκτεθηλυμμένης καὶ διεφθαρμένης ὁλοσχερῶς; ἣν εἰ μὲν συνέβαινε φύσει περὶ Πτολεμαῖον ὑπάρχειν,

τὴν φύσιν ἔδει καταμέμψασθαι καὶ μηδενὶ τῶν ἐκτὸς αἰτίαν ἐπιφέρειν·

ἐπειδὴ δὲ διὰ τῶν μετὰ ταῦτα πράξεων ἡ φύσις ὑπὲρ αὑτῆς ἀπελογήθη, δείξασα τὸν Πτολεμαῖον καὶ στάσιμον ἱκανῶς καὶ γενναῖον ἐν τοῖς κινδύνοις ὑπάρχοντα, δῆλον ὡς εἰκότως ἄν τις τῆς τότε περὶ αὐτὸν γενομένης ἀγεννίας καὶ τῆς ὁρμῆς τῆς εἰς τὴν Σαμοθρᾴκην τὴν αἰτίαν ἐπὶ τὸν σπάδωνα καὶ τὴν τούτου συντροφίαν ἀναφέροι. —