Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ὅτι κατὰ τὴν Πελοπόννησον παραγενομένων ἐκ Ῥώμης τῶν ἐκ τῆς Λακεδαίμονος φυγάδων καὶ κομιζόντων παρὰ τῆς συγκλήτου γράμματα τοῖς Ἀχαιοῖς ὑπὲρ τοῦ προνοηθῆναι περὶ τῆς αὑτῶν καθόδου καὶ σωτηρίας εἰς τὴν οἰκείαν,

ἔδοξε τοῖς Ἀχαιοῖς ὑπερθέσθαι τὸ διαβούλιον, ἕως ἂν οἱ παρʼ αὐτῶν ἔλθωσι πρεσβευταί.

ταῦτα δὲ τοῖς φυγάσιν ἀποκριθέντες συνέθεντο τὴν πρὸς Μεσσηνίους στήλην, συγχωρήσαντες αὐτοῖς πρὸς τοῖς ἄλλοις φιλανθρώποις καὶ τριῶν ἐτῶν ἀτέλειαν, ὥστε τὴν τῆς χώρας καταφθορὰν μηδὲν ἧττον βλάψαι τοὺς Ἀχαιοὺς ἢ Μεσσηνίους.

τῶν δὲ περὶ τὸν Βίππον παραγενομένων ἐκ τῆς Ῥώμης καὶ διασαφούντων γραφῆναι τὰ γράμματα περὶ τῶν φυγάδων οὐ διὰ τὴν τῆς συγκλήτου σπουδήν, ἀλλὰ διὰ τὴν τῶν φυγάδων φιλοτιμίαν,

ἔδοξε τοῖς Ἀχαιοῖς μένειν ἐπὶ τῶν ὑποκειμένων. —