Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

καταπολεμεῖν. παραγενομένων δὲ τῶν πρέσβεων καὶ παρακαλούντων λύειν τὸν πόλεμον, ἔφασαν μὲν οἱ περὶ τὸν Εὐμένη καὶ τὸν Ἀριαράθην ἕτοιμοι πρὸς πᾶν εἶναι τὸ παρακαλούμενον,

ἠξίουν δὲ τοὺς Ῥωμαίους, εἰ μέν ἐστι δυνατόν, εἰς σύλλογον αὐτοὺς συναγαγεῖν πρὸς τὸν Φαρνάκην, ἵνα κατὰ πρόσωπον λεγομένων τῶν λόγων ἴδωσι τὴν ἀθεσίαν αὐτοῦ καὶ τὴν ὠμότητα διὰ πλειόνων·

εἰ δὲ μὴ τοῦτʼ εἴη δυνατόν, αὐτοὺς γενέσθαι κριτὰς τῶν πραγμάτων ἴσους καὶ δικαίους.

τῶν δὲ πρεσβευτῶν ἀναδεχομένων πάντα τὰ δυνατὰ καὶ καλῶς ἔχοντα ποιήσειν, ἀξιούντων δὲ τὴν στρατιὰν ἀπάγειν ἐκ τῆς χώρας·

ἄτοπον γὰρ εἶναι παρόντων πρέσβεων καὶ λόγους ποιουμένων ὑπὲρ διαλύσεων, ἅμα παρεῖναι τὰ τοῦ πολέμου καὶ κακοποιεῖν ἀλλήλους·

συνεχώρησαν οἱ περὶ τὸν Εὐμένη, καὶ τῇ κατὰ πόδας εὐθέως ἀναζεύξαντες οὗτοι προῆγον ὡς ἐπὶ Γαλατίας.

οἱ δὲ Ῥωμαῖοι πρὸς τὸν Φαρνάκην συμμίξαντες πρῶτον μὲν ἠξίουν αὐτὸν εἰς λόγους ἐλθεῖν τοῖς περὶ τὸν Εὐμένη· μάλιστα γὰρ ἂν οὕτω τυχεῖν τὰ πράγματα διεξαγωγῆς.

τοῦ δὲ πρὸς τοῦτο τὸ μέρος ἀντιβαίνοντος καὶ τέλος ἀπειπαμένου, δῆλον μὲν εὐθέως ἦν τοῦτο καὶ Ῥωμαίοις ὅτι καταγινώσκει προφανῶς ἑαυτοῦ καὶ διαπιστεῖ τοῖς σφετέροις πράγμασι·

πάντῃ δὲ πάντως βουλόμενοι λῦσαι τὸν πόλεμον προσεκαρτέρουν, ἕως οὗ συνεχώρησε πέμψειν αὐτοκράτορας ἐπὶ τὸν Πέργαμον κατὰ θάλατταν τοὺς συνθησομένους τὴν εἰρήνην, ἐφʼ οἷς ἂν οἱ πρεσβευταὶ κελεύσωσιν.

ἀφικομένων δὲ τῶν πρέσβεων, καὶ συνελθόντων ὁμοῦ τῶν τε Ῥωμαίων καὶ τῶν περὶ Εὐμένη, καὶ τούτων μὲν εἰς ἅπαν ἑτοίμως συγκαταβαινόντων χάριν τοῦ συντελεσθῆναι τὴν εἰρήνην,

τῶν δὲ παρὰ τοῦ Φαρνάκου πρὸς πᾶν διαφερομένων καὶ τοῖς ὁμολογηθεῖσιν οὐκ ἐμμενόντων, ἀλλʼ αἰεί τι προσεπιζητούντων καὶ μεταμελομένων, ταχέως τοῖς Ῥωμαίοις ἐγένετο δῆλον ὅτι ματαιοπονοῦσιν. οὐ γὰρ οἷος τʼ ἦν συγκαταβαίνειν ὁ Φαρνάκης εἰς τὰς διαλύσεις.

ὅθεν ἀπράκτου γενομένης τῆς κοινολογίας, καὶ τῶν Ῥωμαίων ἀπαλλαγέντων ἐκ τοῦ Περγάμου, καὶ τῶν παρὰ τοῦ Φαρνάκου πρέσβεων ἀπολυθέντων εἰς τὴν οἰκείαν, ὁ μὲν πόλεμος ἐγεγένητο κατάμονος, οἱ δὲ περὶ τὸν Εὐμένη πάλιν ἐγίνοντο περὶ τὰς εἰς τοῦτον παρασκευάς.

ἐν ᾧ καιρῷ τῶν Ῥοδίων ἐπισπασαμένων τὸν Εὐμένη [καὶ] φιλοτίμως, οὗτος μὲν ἐξώρμησε μετὰ πολλῆς σπουδῆς, πράξων τὰ κατὰ τοὺς Λυκίους