Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ὅτι "δεῖ μὴ μόνον ἀναγινώσκειν τὰς τραγῳδίας καὶ τοὺς μύθους καὶ τὰς ἱστορίας, ἀλλὰ καὶ γινώσκειν καὶ συνεφιστάνειν ἐπὶ τοῦτο τὸ μέρος.

ἐν οἷς ἅπασιν ἔστιν ὁρᾶν, ὅσοι μὲν τῶν ἀδελφῶν εἰς τὴν πρὸς ἀλλήλους ὀργὴν καὶ φιλονικίαν ἐμπεσόντες ἐπὶ πολὺ προύβησαν, ἅπαντας τοὺς τοιούτους οὐ μόνον σφᾶς ἀπολωλεκότας, ἀλλὰ καὶ βίον καὶ τέκνα καὶ πόλεις ἄρδην κατεστραφότας,

ὅσοι δὲ μετρίως ἐζήλωσαν τὸ στέργειν αὑτοὺς καὶ φέρειν τὰς ἀλλήλων ἀγνοίας, τούτους ἅπαντας σωτῆρας γεγονότας ὧν ἀρτίως εἶπον καὶ μετὰ τῆς καλλίστης φήμης καὶ δόξης βεβιωκότας.

καὶ μὴν ἐπὶ τοὺς ἐν τῇ Λακεδαίμονι βασιλεῖς πολλάκις ὑμᾶς ἐπέστησα, λέγων ὅτι τοσοῦτον χρόνον διετήρησαν σφῶν τῇ πατρίδι τὴν τῶν Ἑλλήνων ἡγεμονίαν ὅσον πειθαρχοῦντες ὥσπερ γονεῦσι τοῖς ἐφόροις ἠνείχοντο συμβασιλεύοντες ἀλλήλοις·

ὅτε δὲ διαφωνήσαντες εἰς μοναρχίαν τὰ πράγματα μετέστησαν, τότε πάντων ἅμα τῶν κακῶν πεῖραν ἐποίησαν λαβεῖν τὴν Σπάρτην·

τὸ δὲ τελευταῖον ὡσανεὶ κατʼ ἔνδειξιν ὑμῖν λέγων καὶ τιθεὶς ἐναργῶς ὑπὸ τὴν ὄψιν διετέλουν τούτους τοὺς περὶ τὸν Εὐμένη καὶ τὸν Ἄτταλον,

ὅτι παραλαβόντες οὗτοι μικρὰν ἀρχὴν καὶ τὴν τυχοῦσαν ηὐξήκασι ταύτην, ὥστε μηδεμιᾶς εἶναι καταδεεστέραν, διʼ οὐθὲν ἕτερον ἢ διὰ τὴν πρὸς αὑτοὺς ὁμόνοιαν καὶ συμφωνίαν καὶ τὸ δύνασθαι καταξίωσιν ἀλλήλοις διαφυλάττειν· ὧν ὑμεῖς ἀκούοντες οὐχ οἷον εἰς νοῦν ἐλαμβάνετε,

τὸ δʼ ἐναντίον ἠκονᾶτʼ, ἐμοὶ δοκεῖ, τοὺς κατʼ ἀλλήλων θυμούς."