Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ἐπὶ δὲ τοῖς προειρημένοις εἰσήχθη τὸ περὶ Πτολεμαίου διαβούλιον·

ἐν ᾧ προκληθέντων τῶν ἀποσταλέντων πρεσβευτῶν ὑπὸ τῶν Ἀχαιῶν πρὸς Πτολεμαῖον, προελθὼν Λυκόρτας μετὰ τῶν πρεσβευτῶν ἀπελογίσατο πρῶτον μὲν τίνα τρόπον καὶ δοῖεν καὶ λάβοιεν τοὺς ὅρκους ὑπὲρ τῆς συμμαχίας,

εἶτα διότι κομίζοιεν δωρεὰν κοινῇ τοῖς Ἀχαιοῖς ἑξακισχίλια μὲν ὅπλα χαλκᾶ πελταστικά, διακόσια δὲ τάλαντα νομίσματος ἐπισήμου χαλκοῦ·

πρὸς δὲ τούτοις ἐπῄνεσε τὸν βασιλέα καὶ βραχέα περὶ τῆς εὐνοίας αὐτοῦ καὶ προθυμίας τῆς εἰς τὸ ἔθνος εἰπὼν κατέστρεψε τὸν λόγον.

ἐφʼ οἷς ἀναστὰς ὁ τῶν Ἀχαιῶν στρατηγὸς Ἀρίσταινος ἤρετο τόν τε παρὰ τοῦ Πτολεμαίου πρεσβευτὴν καὶ τοὺς ἐξαπεσταλμένους ὑπὸ τῶν Ἀχαιῶν ἐπὶ τὴν ἀνανέωσιν, ποίαν ἧκε συμμαχίαν ἀνανεωσάμενος.

οὐδενὸς δʼ ἀποκρινομένου, πάντων δὲ διαλαλούντων πρὸς ἀλλήλους, πλῆρες ἦν τὸ βουλευτήριον ἀπορίας.

ἦν δὲ τὸ ποιοῦν τὴν ἀλογίαν τοιοῦτον. οὐσῶν καὶ πλειόνων συμμαχιῶν τοῖς Ἀχαιοῖς πρὸς τὴν Πτολεμαίου βασιλείαν, καὶ τούτων ἐχουσῶν μεγάλας διαφορὰς κατὰ τὰς τῶν καιρῶν περιστάσεις,

οὔθʼ ὁ παρὰ τοῦ Πτολεμαίου πρεσβευτὴς οὐδεμίαν ἐποιήσατο διαστολήν, ὅτʼ ἀνενεοῦτο, καθολικῶς δὲ περὶ τοῦ πράγματος ἐλάλησεν, οὔθʼ οἱ πεμφθέντες πρέσβεις,

ἀλλʼ ὡς μιᾶς ὑπαρχούσης αὐτοί τε τοὺς ὅρκους ἔδοσαν καὶ παρὰ τοῦ βασιλέως ἔλαβον.

ὅθεν προφερομένου τοῦ στρατηγοῦ πάσας τὰς συμμαχίας καὶ κατὰ μέρος ἐν ἑκάστῃ διαστελλομένου, μεγάλης οὔσης διαφορᾶς, ἐζήτει τὸ πλῆθος εἰδέναι ποίαν ἀνανεοῖτο συμμαχίαν.

οὐ δυναμένου δὲ λόγον ὑποσχεῖν οὔτε τοῦ Φιλοποίμενος, ὃς ἐποιήσατο στρατηγῶν τὴν ἀνανέωσιν, οὔτε τῶν περὶ τὸν Λυκόρταν τῶν πρεσβευσάντων εἰς τὴν Ἀλεξάνδρειαν,

οὗτοι μὲν ἐσχεδιακότες ἐφαίνοντο τοῖς κοινοῖς πράγμασιν, ὁ δʼ Ἀρίσταινος μεγάλην ἐφείλκετο φαντασίαν ὡς μόνος εἰδὼς τί λέγει, καὶ τέλος οὐκ εἴασε κυρωθῆναι τὸ διαβούλιον, ἀλλʼ εἰς ὑπέρθεσιν ἤγαγε διὰ τὴν προειρημένην ἀλογίαν.

τῶν δὲ παρὰ τοῦ Σελεύκου πρέσβεων εἰσελθόντων, ἔδοξε τοῖς Ἀχαιοῖς τὴν μὲν φιλίαν ἀνανεώσασθαι πρὸς τὸν Σέλευκον, τὴν δὲ τῶν πλοίων δωρεὰν κατὰ τὸ παρὸν ἀπείπασθαι.

καὶ τότε μὲν περὶ τούτων βουλευσάμενοι διέλυσαν εἰς τὰς ἰδίας ἕκαστοι πόλεις.