Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

μετὰ δὲ ταῦτα, τῆς πανηγύρεως ἀκμαζούσης, ἦλθε Κόιντος Καικίλιος ἐκ Μακεδονίας, ἀνακάμπτων ἀπὸ τῆς πρεσβείας ἧς ἐπρέσβευσε πρὸς Φίλιππον.

καὶ συναγαγόντος Ἀρισταίνου τοῦ στρατηγοῦ τὰς ἀρχὰς εἰς τὴν τῶν Ἀργείων πόλιν, εἰσελθὼν ὁ Κόιντος ἐμέμφετο, φάσκων αὐτοὺς βαρύτερον καὶ πικρότερον τοῦ δέοντος κεχρῆσθαι τοῖς Λακεδαιμονίοις, καὶ παρεκάλει διὰ πλειόνων διορθώσασθαι τὴν προγεγενημένην ἄγνοιαν.

ὁ μὲν οὖν Ἀρίσταινος εἶχε τὴν ἡσυχίαν, δῆλος ὢν ἐξ αὐτοῦ τοῦ σιωπᾶν ὅτι δυσαρεστεῖται τοῖς ᾠκονομημένοις καὶ συνευδοκεῖ τοῖς ὑπὸ Καικιλίου λεγομένοις·

ὁ δὲ Διοφάνης ὁ Μεγαλοπολίτης, ἄνθρωπος στρατιωτικώτερος ἢ πολιτικώτερος, ἀναστὰς οὐχ οἷον ἀπελογήθη τι περὶ τῶν Ἀχαιῶν, ἀλλὰ καὶ προσυπέδειξε τῷ Καικιλίῳ διὰ τὴν πρὸς τὸν Φιλοποίμενα παρατριβὴν ἕτερον ἔγκλημα κατὰ τῶν Ἀχαιῶν.

ἔφη γὰρ οὐ μόνον τὰ κατὰ Λακεδαίμονα κεχειρίσθαι κακῶς, ἀλλὰ καὶ τὰ κατὰ Μεσσήνην·

ἦσαν δὲ περὶ τῶν φυγαδικῶν τοῖς Μεσσηνίοις ἀντιρρήσεις τινὲς πρὸς ἀλλήλους περὶ τὸ τοῦ Τίτου διάγραμμα καὶ τὴν τοῦ Φιλοποίμενος διόρθωσιν.

ὅθεν ὁ Καικίλιος, δοκῶν ἔχειν καὶ τῶν Ἀχαιῶν αὐτῶν τινας ὁμογνώμονας, μᾶλλον ἠγανάκτει τῷ μὴ κατακολουθεῖν ἑτοίμως τοῖς ὑπʼ αὐτοῦ παρακαλουμένοις τοὺς συνεληλυθότας.

τοῦ δὲ Φιλοποίμενος καὶ Λυκόρτα, σὺν δὲ τούτοις Ἄρχωνος, πολλοὺς καὶ ποικίλους διαθεμένων λόγους ὑπὲρ τοῦ καλῶς μὲν διῳκῆσθαι τὰ κατὰ τὴν Σπάρτην καὶ συμφερόντως αὐτοῖς μάλιστα τοῖς Λακεδαιμονίοις, ἀδύνατον δʼ εἶναι τὸ κινῆσαί τι τῶν ὑποκειμένων ἄνευ τοῦ παραβῆναι καὶ τὰ πρὸς τοὺς ἀνθρώπους δίκαια καὶ τὰ πρὸς τοὺς θεοὺς ὅσια,

μένειν ἔδοξε τοῖς παροῦσιν ἐπὶ τῶν ὑποκειμένων καὶ ταύτην δοῦναι τῷ πρεσβευτῇ τὴν ἀπόκρισιν.

ὁ δὲ Καικίλιος ὁρῶν τὴν τούτων προαίρεσιν, ἠξίου τοὺς πολλοὺς αὑτῷ συναγαγεῖν εἰς ἐκκλησίαν.

οἱ δὲ τῶν Ἀχαιῶν ἄρχοντες ἐκέλευον αὐτὸν δεῖξαι τὰς ἐντολάς, ἃς εἶχε παρὰ τῆς συγκλήτου περὶ τούτων. τοῦ δὲ παρασιωπῶντος, οὐκ ἔφασαν αὐτῷ συνάξειν τὴν ἐκκλησίαν·

τοὺς γὰρ νόμους οὐκ ἐᾶν, ἐὰν μὴ φέρῃ τις ἔγγραπτα παρὰ τῆς συγκλήτου, περὶ ὧν οἴεται δεῖν συνάγειν.

ὁ δὲ Καικίλιος ἐπὶ τοσοῦτον ὠργίσθη διὰ τὸ μηθὲν αὐτῷ συγχωρεῖσθαι τῶν ἀξιουμένων, ὥστʼ οὐδὲ τὴν ἀπόκρισιν ἠβουλήθη δέξασθαι παρὰ τῶν ἀρχόντων, ἀλλʼ ἀναπόκριτος ἀπῆλθεν.

οἱ δʼ Ἀχαιοὶ τὴν αἰτίαν ἀνέφερον καὶ τῆς πρότερον παρουσίας ἅμα τῆς Μάρκου τοῦ Φολουίου καὶ τῆς τότε τῶν περὶ τὸν Καικίλιον ἐπὶ τὸν Ἀρίσταινον καὶ τὸν Διοφάνην, ὡς τούτους ἀντισπασαμένους διὰ τὴν ἀντιπολιτείαν τὴν πρὸς τὸν Φιλοποίμενα·

καί τις ἦν ὑποψία τῶν πολλῶν πρὸς τοὺς προειρημένους ἄνδρας. καὶ τὰ μὲν κατὰ Πελοπόννησον ἐν τούτοις ἦν.