Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

αὐτὸς δὲ πυνθανόμενος τὸν ἐπὶ τῆς Πέργης καθεσταμένον ὑπʼ Ἀντιόχου φρούραρχον οὔτε τὴν φρουρὰν ἐξάγειν οὔτʼ αὐτὸν ἐκχωρεῖν ἐκ τῆς πόλεως, ὥρμησε μετὰ τῆς δυνάμεως ἐπὶ τὴν Πέργην.

ἐγγίζοντος δʼ αὐτοῦ τῇ πόλει, παρῆν ἀπαντῶν ὁ τεταγμένος ἐπὶ τῆς φρουρᾶς, ἀξιῶν καὶ δεόμενος μὴ προκαταγινώσκειν αὑτοῦ·

ποιεῖν γὰρ ἕν τι τῶν καθηκόντων· παραλαβὼν γὰρ ἐν πίστει παρʼ Ἀντιόχου τὴν πόλιν τηρεῖν ἔφη ταύτην, ἕως ἂν διασαφηθῇ πάλιν παρὰ τοῦ πιστεύσαντος τί δεῖ ποιεῖν· μέχρι δὲ τοῦ νῦν ἁπλῶς οὐδὲν αὐτῷ παρʼ οὐδενὸς ἀποδεδηλῶσθαι.

διόπερ ἠξίου τριάκονθʼ ἡμέρας χάριν τοῦ διαπεμψάμενος ἐρέσθαι τὸν βασιλέα τί δεῖ πράττειν.

ὁ δὲ Γνάιος, θεωρῶν τὸν Ἀντίοχον ἐν πᾶσι τοῖς ἄλλοις εὐσυνθετοῦντα, συνεχώρησε πέμπειν καὶ πυνθάνεσθαι τοῦ βασιλέως· καὶ μετά τινας ἡμέρας πυθόμενος παρέδωκε τὴν πόλιν.

κατὰ δὲ τὸν καιρὸν τοῦτον οἱ δέκα πρεσβευταὶ καὶ [ὁ] βασιλεὺς Εὐμένης εἰς Ἔφεσον κατέπλευσαν, ἤδη τῆς θερείας ἐναρχομένης· καὶ δύʼ ἡμέρας ἐκ τοῦ πλοῦ προσαναλαβόντες αὑτοὺς ἀνέβαινον εἰς τὴν Ἀπάμειαν.

ὁ δὲ Γνάιος, προσπεσούσης αὐτῷ τῆς τούτων παρουσίας, Λεύκιον μὲν τὸν ἀδελφὸν μετὰ τετρακισχιλίων ἐξαπέστειλε πρὸς τοὺς Ὀροανδεῖς, πειθανάγκης ἔχοντας διάθεσιν χάριν τοῦ κομίσασθαι τὰ προσοφειλόμενα τῶν ὁμολογηθέντων χρημάτων,

αὐτὸς δὲ μετὰ τῆς δυνάμεως ἀναζεύξας ἠπείγετο, σπεύδων συνάψαι τοῖς περὶ τὸν Εὐμένη.

παραγενόμενος δʼ εἰς τὴν Ἀπάμειαν καὶ καταλαβὼν τόν τε βασιλέα καὶ τοὺς δέκα, συνήδρευεν περὶ τῶν πραγμάτων.

ἔδοξεν οὖν αὐτοῖς κυρῶσαι πρῶτον τὰ πρὸς Ἀντίοχον ὅρκια καὶ τὰς συνθήκας, ὑπὲρ ὧν οὐδὲν ἂν δέοι πλείω διατίθεσθαι λόγον, ἀλλʼ ἐξ αὐτῶν τῶν ἐγγράπτων ποιεῖσθαι τὰς διαλήψεις.