Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ὅτι κατὰ τὸν καιρὸν ἡνίκα Γνάιος διῄει τὸν Κολοβάτον προσαγορευόμενον ποταμόν, ἦλθον πρὸς αὐτὸν πρέσβεις ἐκ τῆς Ἰσίνδης προσαγορευομένης πόλεως, δεόμενοι σφίσι βοηθῆσαι·

τοὺς γὰρ Τερμησσεῖς, ἐπισπασαμένους Φιλόμηλον, τήν τε χώραν ἔφασαν αὑτῶν ἀνάστατον πεποιηκέναι καὶ τὴν πόλιν διηρπακέναι, νῦν τε πολιορκεῖν τὴν ἄκραν, συμπεφευγότων εἰς αὐτὴν πάντων τῶν πολιτῶν ὁμοῦ γυναιξὶ καὶ τέκνοις.

ὧν διακούσας ὁ Γνάιος ἐκείνοις μὲν ὑπέσχετο βοηθήσειν μετὰ μεγάλης χάριτος, αὐτὸς δὲ νομίσας ἑρμαῖον εἶναι τὸ προσπεπτωκὸς ἐποιεῖτο τὴν πορείαν ὡς ἐπὶ τῆς Παμφυλίας.

ὁ δὲ Γνάιος συνεγγίσας τῇ Τερμησσῷ,

πρὸς μὲν τούτους συνέθετο φιλίαν, λαβὼν πεντήκοντα τάλαντα, παραπλησίως δὲ καὶ πρὸς Ἀσπενδίους.

ἀποδεξάμενος δὲ καὶ τοὺς παρὰ τῶν ἄλλων πόλεων πρεσβευτὰς κατὰ τὴν Παμφυλίαν καὶ τὴν προειρημένην δόξαν ἐνεργασάμενος ἑκάστοις κατὰ τὰς ἐντεύξεις, ἅμα δὲ καὶ τοὺς Ἰσινδεῖς ἐξελόμενος ἐκ τῆς πολιορκίας, αὖθις ἐποιεῖτο τὴν πορείαν ὡς ἐπὶ τοὺς Γαλάτας. —