Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ἠναγκάσθη περὶ τῶν προκειμένων. ἔφασκεν οὖν ἄλλο μὲν οὐδὲν ἂν εἰπεῖν περὶ τῶν καθʼ αὑτόν, ἀλλὰ μεῖναι τελέως διδοὺς ἐκείνοις τὴν ἐξουσίαν· ἕνα δὲ τόπον ἀγωνιᾶν τὸν κατὰ τοὺς Ῥοδίους·

διὸ καὶ προῆχθαι νῦν εἰς τὸ λέγειν ὑπὲρ τῶν ἐνεστώτων.

ἐκείνους γὰρ παρεῖναι μὲν οὐδὲν ἧττον ὑπὲρ τῆς σφετέρας πατρίδος συμφερόντως σπουδάζοντας ἤπερ αὑτοὺς ὑπὲρ τῆς ἰδίας ἀρχῆς φιλοτιμεῖσθαι κατὰ τὸ παρόν·

τοὺς δὲ λόγους αὐτῶν τὴν ἐναντίαν ἔμφασιν ἔχειν τῇ προθέσει τῇ κατὰ τὴν ἀλήθειαν. τοῦτο δʼ εἶναι ῥᾴδιον καταμαθεῖν.

ἐρεῖν μὲν γὰρ αὐτούς, ἐπειδὰν εἰσπορευθῶσιν, διότι πάρεισιν οὔτε παρʼ ὑμῶν αἰτούμενοι τὸ παράπαν οὐδὲν οὔθʼ ἡμᾶς βλάπτειν θέλοντες κατʼ οὐδένα τρόπον, πρεσβεύονται δὲ περὶ τῆς ἐλευθερίας τῶν τὴν Ἀσίαν κατοικούντων Ἑλλήνων. "

τοῦτο δʼ οὐχ οὕτως αὐτοῖς εἶναι κεχαρισμένον φήσουσιν ὡς ὑμῖν καθῆκον καὶ τοῖς γεγονόσιν ἔργοις ἀκόλουθον.

ἡ μὲν οὖν διὰ τῶν λόγων φαντασία τοιαύτη τις αὐτῶν ἔσται· τὰ δὲ κατὰ τὴν ἀλήθειαν τὴν ἐναντίαν ἔχοντα τούτοις εὑρεθήσεται διάθεσιν.

τῶν γὰρ πόλεων ἐλευθερωθεισῶν, ὡς αὐτοὶ παρακαλοῦσιν, τὴν μὲν τούτων συμβήσεται δύναμιν αὐξηθῆναι πολλαπλασίως, τὴν δʼ ἡμετέραν τρόπον τινὰ καταλυθῆναι.

τὸ γὰρ τῆς ἐλευθερίας ὄνομα καὶ τῆς αὐτονομίας ἡμῖν μὲν ἄρδην ἀποσπάσει πάντας οὐ μόνον τοὺς νῦν ἐλευθερωθησομένους, ἀλλὰ καὶ τοὺς πρότερον ἡμῖν ὑποταττομένους, ἐπειδὰν ὑμεῖς ἐπὶ ταύτης ὄντες φανεροὶ γένησθε τῆς προαιρέσεως, τούτοις δὲ προσθήσει πάντας.

τὰ γὰρ πράγματα φύσιν ἔχει τοιαύτην· δόξαντες γὰρ ἠλευθερῶσθαι διὰ τούτους ὀνόματι μὲν ἔσονται σύμμαχοι τούτων, τῇ δʼ ἀληθείᾳ πᾶν ποιήσουσι τὸ κελευόμενον ἑτοίμως, τῇ μεγίστῃ χάριτι γεγονότες ὑπόχρεοι.

διόπερ, ὦ ἄνδρες, ἀξιοῦμεν ὑμᾶς τοῦτον τὸν τόπον ὑπιδέσθαι, μὴ λάθητε τοὺς μὲν παρὰ τὸ δέον αὔξοντες, τοὺς δʼ ἐλαττοῦντες τῶν φίλων ἀλόγως,

ἅμα δὲ τούτοις τοὺς μὲν πολεμίους γεγονότας εὐεργετοῦντες, τοὺς δʼ ἀληθινοὺς φίλους παρορῶντες καὶ