Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ὅτι Ἀντίοχος ὁ βασιλεὺς εἰς τὸν Πέργαμον ἐμβαλών, πυθόμενος δὲ τὴν παρουσίαν Εὐμένους τοῦ βασιλέως καὶ θεωρῶν οὐ μόνον τὰς ναυτικάς, ἀλλὰ καὶ τὰς πεζικὰς δυνάμεις ἐπʼ αὐτὸν παραγινομένας, ἐβουλεύετο λόγους ποιήσασθαι περὶ διαλύσεως ὁμοῦ πρός τε Ῥωμαίους καὶ τὸν Εὐμένη καὶ τοὺς Ῥοδίους.

ἐξάρας οὖν ἅπαντι τῷ στρατεύματι παρῆν πρὸς τὴν Ἐλαίαν καὶ λαβὼν λόφον τινὰ καταντικρὺ τῆς πόλεως τὸ μὲν πεζικὸν ἐπὶ τούτου κατέστησε, τοὺς δʼ ἱππεῖς παρʼ αὐτὴν τὴν πόλιν παρενέβαλε, πλείους ὄντας ἑξακισχιλίων.

αὐτὸς δὲ μεταξὺ τούτων γενόμενος διεπέμπετο πρὸς τοὺς περὶ τὸν Λεύκιον εἰς τὴν πόλιν ὑπὲρ διαλύσεων.

ὁ δὲ στρατηγὸς ὁ τῶν Ῥωμαίων συναγαγὼν τούς τε Ῥοδίους καὶ τὸν Εὐμένην ἠξίου λέγειν περὶ τῶν ἐνεστώτων τὸ φαινόμενον.

οἱ μὲν οὖν περὶ τὸν Εὔδαμον καὶ Παμφιλίδαν οὐκ ἀλλότριοι τῆς διαλύσεως ἦσαν· ὁ δὲ βασιλεὺς οὔτʼ εὐσχήμονα τὴν διάλυσιν οὔτε δυνατὴν ἔφησε κατὰ τὸ παρὸν εἶναι.

"εὐσχήμονα γάρ" ἔφη "πῶς οἷόν τε γίνεσθαι τὴν ἔκβασιν, ἐὰν τειχήρεις ὄντες ποιώμεθα τὰς διαλύσεις;

" καὶ μὴν οὐδὲ δυνατὴν ἔφησε κατὰ τὸ παρόν· "πῶς γὰρ ἐνδέχεται, μὴ προσδεξαμένους ὕπατον, ἄνευ τῆς ἐκείνου γνώμης βεβαιῶσαι τὰς ὁμολογηθείσας συνθήκας;

χωρίς τε τούτων, ἐὰν ὅλως γένηταί τι σημεῖον ὁμολογίας πρὸς Ἀντίοχον, οὔτε τὰς ναυτικὰς δυνάμεις δυνατὸν ἐπανελθεῖν δήπουθεν εἰς τὴν ἰδίαν οὔτε τὰς πεζικάς, ἐὰν μὴ πρότερον ὅ τε δῆμος ἥ τε σύγκλητος ἐπικυρώσῃ τὰ δοχθέντα.

λείπεται δὴ καραδοκοῦντας τὴν ἐκείνων ἀπόφασιν παραχειμάζειν ἐνθάδε καὶ πράττειν μὲν μηδέν, ἐκδαπανᾶν δὲ τὰς τῶν ἰδίων συμμάχων χορηγίας καὶ παρασκευάς·

ἔπειτʼ, ἂν μὴ σφίσι παρῇ τῇ συγκλήτῳ διαλύεσθαι, καινοποιεῖν πάλιν ἀπʼ ἀρχῆς τὸν πόλεμον, παρέντας τοὺς ἐνεστῶτας καιρούς, ἐν οἷς δυνάμεθα θεῶν βουλομένων πέρας ἐπιθεῖναι τοῖς ὅλοις.

" ὁ μὲν οὖν Εὐμένης ταῦτʼ εἶπεν· ὁ δὲ Λεύκιος ἀποδεξάμενος τὴν συμβουλίαν, ἀπεκρίθη τοῖς περὶ τὸν Ἀντίοχον ὅτι πρὸ τοῦ τὸν ἀνθύπατον ἐλθεῖν οὐκ ἐνδέχεται γενέσθαι τὰς διαλύσεις.

ὧν ἀκούσαντες οἱ περὶ τὸν Ἀντίοχον παραυτίκα μὲν ἐδῄουν τὴν τῶν Ἐλαϊτῶν χώραν·

ἑξῆς δὲ τούτοις Σέλευκος μὲν ἐπὶ τούτων ἔμεινε τῶν τόπων, Ἀντίοχος δὲ κατὰ τὸ συνεχὲς ἐπιπορευόμενος ἐνέβαλεν εἰς τὸ Θήβης καλούμενον πεδίον,

καὶ παραβεβληκὼς εἰς χώραν εὐδαίμονα καὶ γέμουσαν ἀγαθῶν ἐπλήρου τὴν στρατιὰν παντοδαπῆς λείας. —