Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς Ἀχαιοὶ καὶ Φίλιππος ὁ βασιλεὺς ἅμα τοῖς ἄλλοις συμμάχοις συνίσταντο τὸν πρὸς Αἰτωλοὺς πόλεμον τὸν προσαγορευθέντα συμμαχικόν.

ἡμεῖς δʼ ἐπειδὴ τάς τε περὶ Σικελίαν καὶ Λιβύην καὶ τὰς ἑξῆς πράξεις διεξιόντες κατὰ τὸ συνεχὲς τῆς προκατασκευῆς ἥκομεν ἐπὶ τὴν ἀρχὴν τοῦ τε συμμαχικοῦ καὶ τοῦ δευτέρου συστάντος μὲν Ῥωμαίοις καὶ Καρχηδονίοις πολέμου, προσαγορευθέντος δὲ παρὰ τοῖς πλείστοις Ἀννιβιακοῦ, κατὰ δὲ τὴν ἐξ ἀρχῆς πρόθεσιν ἀπὸ τούτων τῶν καιρῶν ἐπηγγειλάμεθα ποιήσασθαι τὴν ἀρχὴν τῆς ἑαυτῶν συντάξεως,

πρέπον ἂν εἴη τούτων ἀφεμένους ἐπὶ τὰς κατὰ τὴν Ἑλλάδα μεταβαίνειν πράξεις, ἵνα πανταχόθεν ὁμοίαν ποιησάμενοι τὴν προκατασκευὴν καὶ τὴν ἔφοδον ἐπὶ τοὺς αὐτοὺς καιροὺς οὕτως ἤδη [τῆς Ἰταλίας καὶ] τῆς ἀποδεικτικῆς ἱστορίας ἀρχώμεθα.

ἐπεὶ γὰρ οὐ τινὰς πράξεις, καθάπερ οἱ πρὸ ἡμῶν, οἷον τὰς Ἑλληνικὰς ἢ Περσικάς, ὁμοῦ δὲ τὰς ἐν τοῖς γνωριζομένοις μέρεσι τῆς οἰκουμένης ἀναγράφειν ἐπικεχειρήκαμεν διὰ τὸ πρὸς τοῦτο τὸ μέρος τῆς ὑποθέσεως ἴδιόν τι συμβεβλῆσθαι τοὺς καθʼ ἡμᾶς καιρούς, ὑπὲρ ὧν σαφέστερον ἐν ἑτέροις δηλώσομεν,

δέον ἂν εἴη καὶ πρὸ τῆς κατασκευῆς ἐπὶ βραχὺ τῶν ἐπιφανεστάτων καὶ γνωριζομένων ἐθνῶν καὶ τόπων ἐφάψασθαι τῆς οἰκουμένης.

περὶ μὲν οὖν τῶν κατὰ τὴν Ἀσίαν καὶ τῶν κατὰ τὴν Αἴγυπτον ἀρκούντως ἂν ἔχοι ποιεῖσθαι τὴν ἀνάμνησιν ἀπὸ τῶν νῦν ῥηθέντων καιρῶν διὰ τὸ τὴν μὲν ὑπὲρ τῶν προγεγονότων παρʼ αὐτοῖς ἱστορίαν ὑπὸ πλειόνων ἐκδεδόσθαι καὶ γνώριμον ὑπάρχειν ἅπασιν, ἐν δὲ τοῖς καθʼ ἡμᾶς καιροῖς μηδὲν αὐτοῖς ἐξηλλαγμένον ἀπηντῆσθαι μηδὲ παράλογον ὑπὸ τῆς τύχης ὥστε προσδεῖσθαι τῆς τῶν προγεγονότων ὑπομνήσεως.

περὶ δὲ τοῦ τῶν Ἀχαιῶν ἔθνους καὶ περὶ τῆς Μακεδόνων οἰκίας ἁρμόσει διὰ βραχέων ἀναδραμεῖν τοῖς χρόνοις, ἐπειδὴ περὶ μὲν ταύτην ὁλοσχερὴς ἐπαναίρεσις,

περὶ δὲ τοὺς Ἀχαιούς, καθάπερ ἐπάνω προεῖπον, παράδοξος αὔξησις καὶ συμφρόνησις ἐν τοῖς καθʼ ἡμᾶς καιροῖς γέγονε.

πολλῶν γὰρ ἐπιβαλομένων ἐν τοῖς παρεληλυθόσι χρόνοις ἐπὶ ταὐτὸ συμφέρον ἀγαγεῖν Πελοποννησίους, οὐδενὸς δὲ καθικέσθαι δυνηθέντος διὰ τὸ μὴ τῆς κοινῆς ἐλευθερίας ἕνεκεν ἀλλὰ τῆς σφετέρας δυναστείας χάριν ἑκάστους ποιεῖσθαι τὴν σπουδήν,

τοιαύτην καὶ τηλικαύτην ἐν τοῖς καθʼ ἡμᾶς καιροῖς ἔσχε προκοπὴν καὶ συντέλειαν τοῦτο τὸ μέρος ὥστε μὴ μόνον συμμαχικὴν καὶ φιλικὴν κοινωνίαν γεγονέναι πραγμάτων περὶ αὐτούς, ἀλλὰ καὶ νόμοις χρῆσθαι τοῖς αὐτοῖς καὶ σταθμοῖς καὶ μέτροις καὶ νομίσμασι, πρὸς δὲ τούτοις ἄρχουσι, βουλευταῖς,

δικασταῖς, τοῖς αὐτοῖς, καθόλου δὲ τούτῳ μόνῳ διαλλάττειν τοῦ μὴ μιᾶς πόλεως διάθεσιν ἔχειν σχεδὸν τὴν σύμπασαν Πελοπόννησον, τῷ μὴ τὸν αὐτὸν περίβολον ὑπάρχειν τοῖς κατοικοῦσιν αὐτήν, τἄλλα δʼ εἶναι καὶ κοινῇ καὶ κατὰ πόλεις ἑκάστοις ταὐτὰ καὶ παραπλήσια.