Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ταῦτα δὲ διαλεχθεὶς πρὸς τοὺς ἄλλους ἤρετο τὸν Τίτον, φήσας πρὸς ἐκεῖνον αὑτῷ τὸν λόγον εἶναι καὶ πρὸς Ῥωμαίους, πότερον οἴεται δεῖν ἐκχωρεῖν ὧν ἐπέκτηται πόλεων καὶ τόπων ἐν τοῖς Ἕλλησιν, ἢ καὶ τούτων ὅσα παρὰ τῶν γονέων παρείληφε.

τοῦ δʼ ἀποσιωπήσαντος ἐκ χειρὸς ἀπαντᾶν οἷοί τʼ ἦσαν ὁ μὲν Ἀρίσταινος ὑπὲρ τῶν Ἀχαιῶν, ὁ δὲ Φαινέας ὑπὲρ τῶν Αἰτωλῶν.

ἤδη δὲ τῆς ὥρας συγκλειούσης ὁ μὲν τούτων λόγος ἐκωλύθη διὰ τὸν καιρόν, ὁ δὲ Φίλιππος ἠξίου γράψαντας αὑτῷ δοῦναι πάντας ἐφʼ οἷς δεήσει γίνεσθαι τὴν εἰρήνην· μόνος γὰρ ὢν οὐκ ἔχειν μεθʼ ὧν βουλεύηται·

διὸ θέλειν αὑτῷ λόγον δοῦναι περὶ τῶν ἐπιταττομένων.

ὁ δὲ Τίτος οὐκ ἀηδῶς μὲν ἤκουε τοῦ Φιλίππου χλευάζοντος· μὴ βουλόμενος δὲ τοῖς ἄλλοις [μὴ] δοκεῖν ἀντεπέσκωψε τὸν Φίλιππον εἰπὼν οὕτως· "

εἰκότωσ" ἔφη "Φίλιππε, μόνος εἶ νῦν· τοὺς γὰρ φίλους τοὺς τὰ κράτιστά σοι συμβουλεύσοντας ἀπώλεσας ἅπαντασ". ὁ δὲ Μακεδὼν ὑπομειδιάσας σαρδάνιον ἀπεσιώπησε.

καὶ τότε μὲν ἅπαντες,

ἐγγράπτους δόντες τῷ Φιλίππῳ τὰς ἑαυτῶν προαιρέσεις ἀκολούθως τοῖς προειρημένοις, ἐχωρίσθησαν, ταξάμενοι κατὰ τὴν ἐπιοῦσαν εἰς Νίκαιαν πάλιν ἀπαντήσειν·

τῇ δʼ αὔριον οἱ μὲν περὶ τὸν Τίτον ἧκον ἐπὶ τὸν ταχθέντα τόπον ἐν ὥρᾳ πάντες [ἦσαν], ὁ δὲ Φίλιππος οὐ παρεγίνετο.