Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ἀπέλυσεν ὁ βασιλεὺς μετὰ τῶν ὑπαρχόντων. Σκόπα δὲ καὶ ζῶντος μὲν ἐπίσημος ἦν ἡ φιλαργυρία — πολὺ γὰρ δή τι τοὺς ἄλλους ἀνθρώπους ὑπερέθετο κατὰ τὴν πλεονεξίαν — ἀποθανόντος δὲ καὶ μᾶλλον ἐγενήθη διὰ τοῦ πλήθους τοῦ χρυσίου καὶ τῆς κατασκευῆς τῆς εὑρημένης παρʼ αὐτῷ.

λαβὼν γὰρ συνεργὸν τὴν ἀγριότητα τὴν Χαριμόρτου καὶ τὴν μέθην, ἄρδην ἐξετοιχωρύχησε τὴν βασιλείαν.

ἐπειδὴ δὲ τὰ κατὰ τοὺς Αἰτωλοὺς ἔθεντο καλῶς οἱ περὶ τὴν αὐλήν, εὐθέως ἐγίνοντο περὶ τὸ ποιεῖν Ἀνακλητήρια τοῦ βασιλέως, οὐδέπω μὲν τῆς ἡλικίας κατεπειγούσης, νομίζοντες δὲ λήψεσθαί τινα τὰ πράγματα κατάστασιν καὶ πάλιν ἀρχὴν τῆς ἐπὶ τὸ βέλτιον προκοπῆς, δόξαντος αὐτοκράτορος ἤδη γεγονέναι τοῦ βασιλέως.

χρησάμενοι δὲ ταῖς παρασκευαῖς μεγαλομερῶς, ἐπετέλουν τὴν πρᾶξιν ἀξίως τοῦ τῆς βασιλείας προσχήματος, πλεῖστα Πολυκράτους δοκοῦντος εἰς τὴν ἐπιβολὴν ταύτην αὐτοῖς συνηργηκέναι.

ὁ γὰρ προειρημένος ἀνὴρ καὶ κατὰ τὸν πατέρα μὲν ἔτι νέος ὢν οὐδενὸς ἐδόκει τῶν περὶ τὴν αὐλὴν δευτερεύειν οὔτε κατὰ τὴν πίστιν οὔτε κατὰ τὰς πράξεις, ὁμοίως δὲ κατὰ τὸν ἐνεστῶτα βασιλέα.

πιστευθεὶς γὰρ τῆς Κύπρου καὶ τῶν ἐν ταύτῃ προσόδων ἐν καιροῖς ἐπισφαλέσι καὶ ποικίλοις, οὐ μόνον διεφύλαξε τῷ παιδὶ τὴν νῆσον, ἀλλὰ καὶ πλῆθος ἱκανὸν ἥθροισε χρημάτων, ἃ τότε παραγεγόνει κομίζων τῷ βασιλεῖ, παραδεδωκὼς τὴν ἀρχὴν τῆς Κύπρου Πτολεμαίῳ τῷ Μεγαλοπολίτῃ.

τυχὼν δὲ διὰ ταῦτα μεγάλης ἀποδοχῆς καὶ περιουσίας ἐν τοῖς ἑξῆς χρόνοις, μετὰ ταῦτα προβαινούσης τῆς ἡλικίας ὁλοσχερῶς εἰς ἀσέλγειαν ἐξώκειλε καὶ βίον ἀσυρῆ.

παραπλησίαν δέ τινα τούτῳ φήμην ἐκληρονόμησεν ἐπὶ γήρως καὶ Πτολεμαῖος ὁ Ἀγησάρχου.

περὶ ὧν, ὅταν ἐπὶ τοὺς καιροὺς ἔλθωμεν, οὐκ ὀκνήσομεν διασαφεῖν τὰ παρακολουθήσαντα ταῖς ἐξουσίαις αὐτῶν ἀπρεπῆ.