Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

τῶν δὲ περὶ τὸν Λεύκιον οἰομένων δεῖν καλεῖσθαι τοὺς Λαμψακηνοὺς καὶ τοὺς Σμυρναίους καὶ δοῦναι λόγον αὐτοῖς, ἐγένετο τοῦτο.

παρῆσαν δὲ παρὰ μὲν Λαμψακηνῶν οἱ περὶ Παρμενίωνα καὶ Πυθόδωρον, παρὰ δὲ Σμυρναίων οἱ περὶ Κοίρανον. ὧν μετὰ παρρησίας διαλεγομένων,

δυσχεράνας ὁ βασιλεὺς ἐπὶ τῷ δοκεῖν λόγον ὑπέχειν ἐπὶ Ῥωμαίων τοῖς πρὸς αὐτὸν ἀμφισβητοῦσι, μεσολαβήσας τὸν Παρμενίωνα "

παῦσαι" φησὶ "τῶν πολλῶν· οὐ γὰρ ἐπὶ Ῥωμαίων, ἀλλʼ ἐπὶ Ῥοδίων ὑμῖν εὐδοκῶ διακριθῆναι περὶ τῶν ἀντιλεγομένων.

" καὶ τότε μὲν ἐπὶ τούτοις διέλυσαν τὸν σύλλογον, οὐδαμῶς εὐδοκήσαντες ἀλλήλοις.